.
.
GREEK POETRY
-ΜΙΝΩΟΣ ΩΡΙΩΝΟΣ ΤΕ ΤΙΤΥΟΥΣ ΤΑΝΤΑΛΕΩΣ ΤΕ ΣΙΣΥΦΗΩΣ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 568-600]
μεταφραση χ.ν.κουβελης-
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.
Μινωας-c.n.couvelis χ.ν.κουβελης
Ωριων-c.n.couvelis χ.ν.κουβελης
Τιτυος-c.n.couvelis χ.ν.κουβελης
Τανταλος-c.n.couvelis χ.ν.κουβελης
Σισυφος-c.n.couvelis χ.ν.κουβελης
.
.
ΜΙΝΩΟΣ ΩΡΙΩΝΟΣ ΤΕ ΤΙΤΥΟΥΣ ΤΑΝΤΑΛΕΩΣ ΤΕ ΣΙΣΥΦΗΩΣ ΝΕΚΥΙΑ

μεταφραση χ.ν.κουβελης
.
ἔνθ' ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
χρύσεον σκῆπτρον ἔχοντα θεμιστεύοντα νέκυσσιν,
ἥμενον· οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, 570
ἥμενοι ἑσταότες τε, κατ' εὐρυπυλὲς Ἄϊδος δῶ.
τὸν δὲ μέτ' Ὠρίωνα πελώριον εἰσενόησα
θῆρας ὁμοῦ εἰλεῦντα κατ' ἀσφοδελὸν λειμῶνα,
τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι,
χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν δαπέδῳ. ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα,
γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
δέρτρον ἔσω δύνοντες· ὁ δ' οὐκ ἀπαμύνετο χερσί.
Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν, 580
Πυθώδ' ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
καὶ μὴν Τάνταλον εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα,
ἑσταότ' ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ.
στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι·
ὁσσάκι γὰρ κύψει' ὁ γέρων πιέειν μενεαίνων,
τοσσάχ' ὕδωρ ἀπολέσκετ' ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
δένδρεα δ' ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι· 590
τῶν ὁπότ' ἰθύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
τὰς δ' ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα,
λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλ' ὅτε μέλλοι
ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε Κραταιΐς·
αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
αὐτὰρ ὅ γ' ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ' ἱδρὼς
ἔῤῥεεν ἐκ μελέων, κονίη δ' ἐκ κρατὸς ὀρώρει. 600
.
εκει ακομ'αυτον τον Μινωα ειδα,του Δια τον λαμπρο γιο.
χρυσο σκηπτρο κρατωντας κριτης στους νεκρους,
καθημενο.αυτοι δε αυτον για τη δικη ρωτουσαν βασιλια 570
καθημενοι κι ορθιοι,στου ευρυπυλου Αδη τα παλατια
μετα τον Ωριωνα τον πελωριο αντικρισα
αγριμια μαζι να ριχνει σε λιβαδι μ'ασφοδιλια
αυτα π'αυτος σκοτωνε σ'απατητα βουνα,
στα χερια εχοντας ροπαλο ολοχαλκο,παντ'ασπαστο
και τον Τιτυο ειδα,της Γης της πολυδοξασμενης τον γιο,
ξαπλωμενον στο χωμα,που πανω σ'εννια ηταν πλεθρα γης,
γυπες σ'αυτον απ'τη μια κι αλλη μερια παρακαθημενοι το σηκωτι εσχιζαν
το ραμφος μεσα βυθιζοντες.δεν μπορουσε να τους διωξει περα με τα χερια
την Λητω γιατι εσυρε να βιασει,του Δια την ενδοξη γυναικα 580
προς την Πυθω ερχομενη μεσ'απ'τον καλο για χορο τοπο του Πανοπεα
κι ακομα τον Τανταλο αντικρισα βαρια βασανα να'χει
ορθος να στεκει μεσ'σε λιμνη,που τον χτυπουσε στο γενι
φαινονταν να διψαει,να πιει δεν μπορουσε να παρει με το χερι
γιατ'οσσες φορες εκυβ' ο γερος να πιει λαχταρωντας,
τοσσες φορες το νερο χανονταν ρουφιονταν κατω,γυρω στα ποδια
η γη μαυρη φαινονταν,την καταξηρανε θεος.
δεντρα υψιφυλλα απ'τ'ακρα κρεμουσαν τον καρπο
αχλαδιες και ροδιες και μηλιες με γυαλιστερους καρπους
και συκες γλυκες στη γευση κι ελιες θαυμασια ανθιστες 590
αυτα οποτ' απλωνε ο γερος στα χερια ν'αρπαξει
αυτες ο ανεμος επαιρνε κι εριχνε προς τα νεφη τα σκοτεινα
κι ακομα τον Σισυφον αντικρυσα φριχτα βασανα να'χει
πετρα να βασταει πελωρια στα δυο χερια.
αυτη λοιπον αυτος γερα στυλωμενος και με χερια και με ποδια
την πετρα πανω εσπρωχνε προς τον λοφο.αλλ'οταν εφτανε
την κορυφη να υπερβει,τοτε τον επαιρνε πισω το μεγαλο βαρος
παλι επειτα προς την πεδιαδα κυλουσε η πετρα η ανελεητη
αλλ'ομως αυτος ξανα εσπρωχνε μ'ενταση δυναμης.κατω ιδρωτας
ετρεχε απ'τα μελη,σκονη δε απ'το κεφαλι πετιονταν 600

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου