.
.
GREEK POETRY
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.
Η ΣΥΝΑΝΤΗΣΗ ΤΟΥ ΕΚΤΟΡΑ ΚΑΙ ΤΗΣ ΑΝΔΡΟΜΑΧΗΣ
ΣΤΗΝ ΙΛΙΑΔΑ ΤΟΥ ΟΜΗΡΟΥ -ραψωδια Ζ'-στιχοι 368-502
[μεταφραση χ.ν.κουβελης]
ο Ομηρος με μεγαλη δεξιοτεχνια περιγραφει τη συναντηση του Εκτορα
με την Ανδρομαχη,συγκινητικες στιγμες απο το μεγαλειο των ανθρωπινων
συναισθηματων-πολυ τρυφερη ειναι η σκηνη με το μωρο παιδι τον Αστυ-
ανακτα οταν παει ο πατερας του να το παρει να τ'αγκαλιασει κι εκεινο τρο-
μαζοντας απο τη λαμψη της περικεφαλαιας του κλαιει δυνατα
[Ομηρου Ιλιαδα-ραψωδια Ζ'-στιχοι 368-502-μεταφραση χ.ν.κουβελης]
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας, 370
οὐδ' εὗρ' Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ' ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
Ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
ἔστη ἐπ' οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
εἰ δ' ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται; 380
Τὸν δ' αὖτ' ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
Ἕκτορ ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι,
οὔτέ πῃ ἐς γαλόων οὔτ' εἰνατέρων ἐϋπέπλων
οὔτ' ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ' ἄκουσε
τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
μαινομένῃ ἐϊκυῖα· φέρει δ' ἅμα παῖδα τιθήνη.
Ἦ ῥα γυνὴ ταμίη, ὃ δ' ἀπέσσυτο δώματος Ἕκτωρ 390
τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ' ἀγυιάς.
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
Σκαιάς, τῇ ἄρ' ἔμελλε διεξίμεναι πεδίον δέ,
ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων·
τοῦ περ δὴ θυγάτηρ ἔχεθ' Ἕκτορι χαλκοκορυστῇ.
ἥ οἱ ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ
παῖδ' ἐπὶ κόλπῳ ἔχουσ' ἀταλάφρονα νήπιον αὔτως 400
Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
τόν ῥ' Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
Ἀστυάνακτ'· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ' ἐλεαίρεις
παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη
σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη 410
σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ' ἄλλη
ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
ἀλλ' ἄχε'· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
Θήβην ὑψίπυλον· κατὰ δ' ἔκτανεν Ἠετίωνα,
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
ἠδ' ἐπὶ σῆμ' ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο. 420
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
βουσὶν ἐπ' εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
μητέρα δ', ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν,
ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι' ἄποινα,
πατρὸς δ' ἐν μεγάροισι βάλ' Ἄρτεμις ἰοχέαιρα.
Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· 430
ἀλλ' ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ,
μὴ παῖδ' ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
λαὸν δὲ στῆσον παρ' ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
τρὶς γὰρ τῇ γ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι
ἀμφ' Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
ἠδ' ἀμφ' Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
Τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 440
ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλ' αἰνῶς
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ' ἐμὸν αὐτοῦ.
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
ἀλλ' οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, 450
οὔτ' αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
πόλλ' ἀεκαζομένη, κρατερὴ δ' ἐπικείσετ' ἀνάγκη·
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
Ἕκτορος ἧδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι 460
Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
ὥς ποτέ τις ἐρέει· σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος
χήτεϊ τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
πρίν γέ τι σῆς τε βοῆς σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι.
Ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
ἂψ δ' ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας. 470
ἐκ δ' ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
αὐτίκ' ἀπὸ κρατὸς κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ,
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
αὐτὰρ ὅ γ' ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
εἶπε δ' ἐπευξάμενος Διί τ' ἄλλοισίν τε θεοῖσι·
Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ' ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
ὧδε βίην τ' ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
καί ποτέ τις εἴποι πατρός γ' ὅδε πολλὸν ἀμείνων
ἐκ πολέμου ἀνιόντα· φέροι δ' ἔναρα βροτόεντα 480
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
Ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ' ἑόν· ἣ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
δακρυόεν γελάσασα· πόσις δ' ἐλέησε νοήσας,
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε 490
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· πόλεμος δ' ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ' ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
Ὣς ἄρα φωνήσας κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ
ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας
Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ' ἔνδοθι πολλὰς
ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· 500
οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
.
.
[μεταφραση χ.ν.κουβελης]
αφου ετσι μιλησε αναχωρησε ο Εκτορας με τη λαμπερη περικεφαλαια
και σε λιγο εφτασε στο καλοχτισμενο σπιτι του
εκει μεσα στ'αρχοντικο δεν βρηκε την Ανδρομαχη με τ'ασπρα μπρατσα
γιατι αυτη με το παιδι και την υπηρετρια με τ'ομορφο λεπτο φορεμα
ψηλα στο πυργο εστεκε θρηνωντας και κλαιγοντας
τοτε ο Εκτορας οταν μεσα δεν βρηκε την ευγενικη γυναικα του
σταθηκε στην εξωπορτα και ρωτησε τις αιχμαλωτες σκλαβες να του πουν
ελατε σκλαβες πεστε μου με ασφαλτα λογια
που πηγε η Ανδρομαχη με τ'ασπρα μπρατσα φευγοντας απ'το απιτι,
μηπως πηγε σε καποια απ'τις συνυφαδες της η' πηγε σε καποια
απ'τις κουνιαδες της με τα ομορφα λεπτα φορεματα
η' βγηκε για να παει στο ναο της Αθηνας οπου μαζι με τις αλλες
Τρωαδιτισες με τα ομορφα μαλλια την τρομερη θεα να παρακαλεσουν
σ'αυτον απαντησε η πανεξυπνη οικονομα του σπιτιου κι ειπε:
Εκτορα αφου με διεταξες ,να πω ολη την αληθεια
δεν πηγε σε καποια απ'τις συνυφαδες της ουτε πηγε σε καποια

ουτε βγηκε για να παει στο ναο της Αθηνας οπου μαζι με τις αλλες

αλλα στον ψηλο πυργο ανεβηκε του Ιλιου οταν ακουσε
πως κατατροπωθηκαν οι Τρωες και τεραστια η επικρατηση των Αχαιων
εκεινη τρεχοντας φθανει στο τειχος σαν τρελλη ομοια κουβαλωντας
μαζι και το παιδι η παραμανα
ετσι του μιλησε η οικονομα κι απ'το σπιτι εξω ορμησε ο Εκτορας
στην ιδια στρατα που'χε περασει πριν στους στερεους δρομους
κι οταν εφτασε στις Σκαιες Πυλες διασχιζοντας τη μεγαλη πολιτεια
κι απο κει περνωντας θα'βγαινε στη πεδιαδα ειδε απεναντι του
να'ρχεται τρεχοντας η πολυακριβη γυναικα του η Ανδρομαχη
η κορη του μεγαλοκαρδου Ηετιωνα που κατω απο την δασωδη
Πλακα κατοικει της Θηβας και στους ανδρες της Υποπλακιας της Κιλικιας
βασιλευει
εκεινη απεναντι του σταθηκε και μαζι η υπηρετρια ηρθε εχοντας
στην αγκαλια τ'αθωο μωρο τ'αγαπημενο παιδι του τον Εκτοριδη
παρομοιο με πανεμορφο αστερι που ο Εκτορας το φωναζε Σκαμανδριο
κι οι αλλοι Αστυανακτα γιατι ο Εκτορας εσωζε το Ιλιο τη πολη
κι αυτος χαμογελασε οταν ειδε το παιδι δεν ειπε λεξη
κι η Ανδρομαχη σταθηκε κοντα του χυνοντας δακρυα
και του'σφιξε το χερι και του μιλησε κι αυτα τα λογια του'πε
γενναιε μου θα σ'αφανισει η μεγαλη σου ορμη κι αντρεια
δεν λυπασαι το μωρο ετουτο παιδι κι εμενα την αμοιρη που γρηγορα
θα μεινω χηρα σου γιατι γρηγορα θα σε κατασπαραξουν οι Αχαιοι
ολοι ορμωντας καταπανω σου.σε μενα ποιο το οφελος θα'ναι αν σε χασω
προτιμω να μπω στο χωμα δεν θα'ναι αλλη θαλπωρη για μενα
γιατι αν εχεις τετοια τυχη θα'χω μοναχα μεγαλα βασανα
και δεν εχω ουτε τον πατερα μου ουτε την σεβαστη μου μανα
τον πατερα μου τον σκοτωσε ο θεικος Αχιλλεας
οταν πηρε τη πολη των Κιλικων την πλουσια Θηβα την Υψιπυλον
σκοτωσε τον Ηετριωνα
ομως δεν τον εγδυσε,στην καρδια του βαθεια τον σεβαστηκε
με τα περιτεχνα οπλα του τον εκαψε και σηκωσε μνημα
και γυρω φυτεψαν φτελιες οι νυμφες του βουνου οι κορες του Δια
που ριχνει τις καταιγιδες
και τα εφτα αδερφια μου,χαρα στο σπιτι μου,ολα την ιδια μερα κατεβηκαν
στον Αδη,ολα τα σκοτωσε ο Αχιλλεας που'ναι στα ποδια γρηγορος
μεσα στα βαριοποδα βοδια και στ'ασπρα προβατα τα βρηκε
και τη μητερα που βασιλευε στη κατω Πλακα τη δασωδη εδω την εφερε
μαζι μ'αλλα λαφυρα κι αφου την απελευθερωσε παιρνωντας αμετρητα
λυτρα στο σπιτι του πατερα την σημαδεψε και τη σκοτωσε η τοξευτρα Αρτεμη
Εκτορα τωρα εσυ'σαι ο πατερας μου κι η σεβαστη μου μανα
κι αδερφος,εσυ κι ο δυνατος συντροφος στο κρεβατι
ελα λυπησου μας τωρα κι εδω μεινε στο πυργο και μην αφησεις το παιδι
ορφανο και χηρα τη γυναικα και το στρατο κρατησε τον κοντα στην αγριοσυκια
εκει που'ναι η πολη περισσοτερο διαβατη κι ευκολα περνιεται το τειχος
τρεις φορες ηρθαν κι απο'κει δοκιμασαν ν'ανεβουν οι πιο αντρειωμενοι
οι δυο οι Αιαντες κι ο πολυδοξασμενος Ιδομενεας και οι δυο γιοι του Ατρεα
και του Τυδεα ο σκληροτραχηλος γιος
η' τους το φανερωσε καποιος που ξερει καλα τους χρησμους των θεων
η' τους παροτρυνει η ισχυρη ορμη τους και τους καθοδηγει
και της αποκριθηκε ο ανδρειος Εκτορας με τη λαμπερη περικεφαλαια
κι εμενα ολ'αυτα με νοιαζουν γυναικα αλλα ντρεπομαι τρομερα τους Τρωες
και τις Τρωαδιτισες με τα μακρια λεπτα φορεματα να απομακρυνομαι απ'τον πολεμο
σαν τιποτενιος
μητε η καρδια μου το οριζει επειδη εμαθα να'μαι γενναιος παντοτε
και με τους πρωτους απ'τους Τρωες να μαχομαι και να επιθυμω τη μεγαλη δοξα
του πατερα μου μα και τη δικη μου
γιατι πολυ καλα το ξερω και στο μυαλο και στη καρδια πως καποτε θα'ρθει μερα
που θα χαθει η Τροια το ιερο Ιλιο κι ο Πριαμος ο αξιος ακοντιστης
κι ο ολος ο λαος του
αλλα δεν με νοιαζει τοσο για τα βασανα που θα'ρθουν στους Τρωες
ουτε γι'αυτη την Εκαβη ουτε για τον βασιλια Πριαμο ουτε για τ'αδερφια
οπου πολλοι κι αντρειοι θα κυλιστουν στη σκονη απο αντρες εχθρους
οσο για σενα οταν καποιος απ'τους Αχαιους με τα χαλκινα οπλα
σου στερησει την ελευτερια και σε συρει μακρια δακρυσμενη
και στο Αργος εισαι και σε ξενης αφεντρας τον αργαλειο υφαινεις
και νερο κουβαλας απ'τη Μεσσηιδα η' απ'την Υπερεια χωρις να θελεις
πανισχυρος να σε βαραινει εξαναγκασμος
και καποτε καποιος να πει βλεποντας σε να χυνεις δακρυα
για δεστε τη γυναικα του Εκτορα που'ταν στη μαχη ο πρωτος αναμεσα
στους Τρωες τους αλογοδαμαστες οταν το Ιλιον πολιορκουσαν
ετσι θα πει καποτε καποιος και μεσα σου θ'αναψει καινουργιος πονος
για κεινον τον αντρα που θα'μποδιζε τη σκλαβια σου
καλυτερα πεθαμενος να μη ζω να 'μαι στη γη χωμενος
προτου ακουσω τη κραυγη σου οταν με βια θα σε σερνουν
ετσι ειπε και το παιδι λαχταρισε να παρει στα χερια του ο λαμπερος Εκτορας
το παιδι εσκουξε και χωθηκε τρομασγμενο να κρυφτει στο στηθος της παραμανας
με την ομορφη ζωνη οταν ειδε την οψη τ'αγαπητου πατερα
φοβηκε απ'τον χαλκο που'χε κι απ'την αλογισια χαιτη που σειστηκε απ'τη κορυφη
της περικεφαλαιας
μ'αυτο γελασε ο αγαπητος πατερας κι η σεβαστη μανα
κι αμεσως απ'το κεφαλι εβγαλε τη περικεφαλαια ο λαμπερος Εκτορας
και την ακουμπησε στο χωμα οπου λαμποκοπουσε
κι επειτα στα χερια του παιρνει τ'αγαπητο παιδι το φιλησε κι ειπε ευχομενος
στο Δια στους αλλους θεους
Δια κι οι αλλοι θεοι δωστε και σε τουτο το παιδι μου οπως κι εγω
να γινει ξεχωριστος αναμεσα στους Τρωες
δωστε του ζωη ευτυχισμενη και κραταιως το Ιλιο να κυβερνησει
και καποτε καποιος να πει
ετουτος πολυ ανωτερος απ'τον πατερα του
οταν απ'τον πολεμο ανεβαινοντας φερνει λαφυρα αιματωβαμενα
αρματα του εχθρου που σκοτωσε κι η μανα βαθεια μεσα της να χαιρεται
ετσι ειπε και στα χερια της αγαπημενης γυναικας αφησε το παιδι
κι αυτη το δεχτηκε στο ευωδιασμενο στηθος της γελωντας και κλαιγοντας
ο αντρας της οταν αυτο ειδε την συμπονεσε και με το χερι του τη χαιδεψε
κι αυτα τα λογια της ειπε
καλη μου μη μου τοσο στη καρδια πικραινεσαι γιατι κανενας ανθρωπος
δεν θα με στειλει στον Αδη πριν να'ρθει η ωρα μου
σου λεω πως απ'τη μοιρα του κανεις απ'τους ανθρωπους δεν μπορει να ξεφυγει
ειτε δειλος ειτε αντρειος επειδη ετσι ειναι απ'τη πρωτη φορα που γεννηθηκαν
ελα στο σπιτι πηγαινε και για τις δουλειες σου φροντιζε
τον αργαλειο και τη ροκα και τις υπηρετριες διαταζε να δουλευουν
ο πολεμος ειναι μελημα των αντρων ολων,και περισσοτερο εμενα,
οσων μεσα στο Ιλιο γεννηθηκαν
ετσι αφου μιλησε ο λαμπερος Εκτορας σηκωσε απ'το χωμα την αλογισια
περικεφαλαια και η αγαπημενη γυναικα τραβηξε για το σπιτι συχνα γυρνωντας πισω
το κεφαλι και χυνωντας δακρυα
σε λιγο επειτα εφτασε στο καλοχτισμενο αρχοντικο του αντροφονια Εκτορα
εκει μεσα βρηκε τις πολλες υπηρετριες και τις διεταξε θρηνο ολες να σηκωσουν
ετσι θρηνουσαν ακομα ζωντανο τον Εκτορα στο σπιτι του μεσα
γιατι πια δεν ελπιζαν να τον δουν απ'τον πολεμο να γυριζει ξεφευγοντας
απ'τη μανια κι απ'τα χερια των Αχαιων

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου