I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Τετάρτη 6 Ιανουαρίου 2016

GREEK POETRY -ο Ηρακλης στη πυρα- ΗΡΑΚΛΗΕΙΟΣ ΤΕ ΝΕΚΥΙΑ [Ομηρου Οδυσσεια-ραψωδια λ'-στιχοι 601-627] μεταφραση χ.ν.κουβελης- POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης

.
.
GREEK POETRY
-ο Ηρακλης στη πυρα-
ΗΡΑΚΛΗΕΙΟΣ ΤΕ ΝΕΚΥΙΑ
[Ομηρου Οδυσσεια-ραψωδια λ'-στιχοι 601-627]
μεταφραση χ.ν.κουβελης-
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.



ο Ηρακλης στη πυρα-χ.ν.κουβελης

πλησιασε,αναψε τη φωτια κι ο βιαιος σωματοδυναμος Ηρακλης αποτεφρωθηκε.
Σαν ετοιμο απο καιρο εκτελεστηκε το σχεδιο.
ΤΕΤΕΛΕΣΤΑΙ.
.
[στη περιοχη της πυρας σωζονται ερειπια ναου δωρικου ρυθμου,με σπασμενους κιονες,
αποσπασματα του θριγγου,τριγλυφα και πετρες με επιγραφες με κατεστραμενα τα γραμματα
των λεξεων]
.
.

ΗΡΑΚΛΗΕΙΟΣ ΤΕ ΝΕΚΥΙΑ
[Ομηρου Οδυσσεια-ραψωδια λ'-στιχοι 601-627]
μεταφραση χ.ν.κουβελης
.
τὸν δὲ μέτ' εἰσενόησα βίην Ἡρακληείην, 601
εἴδωλον· αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι
τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
πάντοσ' ἀτυζομένων· ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικώς,
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀϊστόν,
δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,        610
ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
ὑσμῖναί τε μάχαι τε φόνοι τ' ἀνδροκτασίαι τε.
μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο,
ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
ἔγνω δ' αἶψ' ἐμὲ κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι,
καί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
«διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,
ἆ δείλ', ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
ὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο.
Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀϊζὺν        620
εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέθλους.
καί ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν' ἄξοντ'· οὐ γὰρ ἔτ' ἄλλον
φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον.
τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀΐδαο·
Ἑρμείας δέ μ' ἔπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη.»
ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ' ἔλθοι
ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
καί νύ κ' ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,        630
Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
ἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο μυρία νεκρῶν
ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
ἐξ Ἄϊδος πέμψειεν ἀγαυὴ Περσεφόνεια.
αὐτίκ' ἔπειτ' ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
τὴν δὲ κατ' Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος. 627
.
.
μετα αντικρυσα τον σωματοδυναμο Ηρακλη, 601
ενα ειδωλο,αυτος μεσ'στους αθανατους θεους
χαιρεται σ'αφθονια κι εχει γυναικα την καλλιστραγαλη Ηβη,
τη κορη του μεγαλου Δια και της χρυσοπεδιλης Ηρας.
γυρω σ'αυτον η κραυγη των πεθαμενων σαν των ορνιων ηταν
απ'τον φοβο παντου σκορπισμενα.αυτος στη μαυρη νυχτα εμοιαζε,
γυμνο τοξαρι ειχε και στα νευρα σαιτα,
φοβερα ολογυρα κοιτουσε,να μη σταματα να ριχνει εμοιαζε.
τρομερο να το δεις εχει γυρω στα στηθη του λουρι
χρυσο ηταν κεντημενο υφασμα,πανω του θαυμασια εργα εικονισμενα. 610
κι αρκουδες κι αγριοχοιροι και εξαγριωμενα  λιονταρια,
κι αγωνες και μαχες και φονικα κι ανθρωποσκοτωμοι,
να μην θελησει αυτος που το τεχνουργησε αλλο να τεχνουργησει
παρομοιο μ'εκεινον τον τελαμωνα να δουλεψει με την τεχνη του.
αμεσως με γνωρισε εκεινος,μολις μ'ειδε στα ματια,
και κλαιγοντας σπαραχτικα λογια φτερωτα με προσφωνησε.
''διογεννητε γιε του Λαερτη,πολυμηχανε Οδυσσεα,
αχ δυστυχε,καποια και σενα σε παρασερνει μοιρα
αυτη που κι εγω τραβηξα κατ'απ'το φως του ηλιου.
του Δια κι αν ημουνα παιδι του γιου του Κρονου,ομως βασανα  620
ειχα απειρα.επειδη σε παρα πολυ κατωτερο σε λαμψη
ημουν δουλος,αυτος σε μενα βαριους διεταζε να εκτελεσω αθλους.
και καποτε εδω μ'εστειλε τον σκυλο να συρω.επειδη κανενας ακομ'αλλος
νομιζε απ'αυτον σ'εμενα δυσκολοτερος δεν ηταν αθλος.
αυτον εγω ανεβασα κι εφερα απ'τον Αδη.
ο Ερμης μ'επεμψε βοηθεια κι η Αθηνα με τα λαμπερα ματια''
ετσι σαν ειπ'αυτος αμεσως πηγε στο παλατι Αδη μεσα να μπει, 627
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου