.
.
GREEK POETRY
[Μεταφραζοντας Ομηρο]-χ.ν.κουβελης
Η ΠΕΡΙΠΤΩΣΗ ΤΟΥ ΒΕΛΛΕΡΕΦΟΝΤΗ
[Ομηρου Ιλιαδα-Ραψωδια Ζ'-στιχοι 144-211]
μεταφραση χ.ν.κουβελης
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.
Καβάλα στον Πήγασο, ο Βελλερεφόντης σκοτώνει την Χίμαιρα κυλίκιο
του 4ου αι. π.Χ. από την Κάτω Ιταλία

Τὸν δ' αὖθ' Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;145
οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη
τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίγνεται ὥρη·
ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ' ἀπολήγει.
εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' ἐῢ εἰδῇς 150
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν,
Σίσυφος Αἰολίδης· ὃ δ' ἄρα Γλαῦκον τέκεθ' υἱόν,
αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·155
τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια 160
κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
πεῖθ' ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
τεθναίης ὦ Προῖτ', ἢ κάκτανε Βελλεροφόντην,
ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.165
ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
κτεῖναι μέν ῥ' ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ' ὅ γε σήματα λυγρὰ
γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
δεῖξαι δ' ἠνώγειν ᾧ πενθερῷ ὄφρ' ἀπόλοιτο. 170
αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ' ἀμύμονι πομπῇ.
ἀλλ' ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς 175
καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
πεφνέμεν· ἣ δ' ἄρ' ἔην θεῖον γένος οὐδ' ἀνθρώπων, 180
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. 185
τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
τῷ δ' ἄρ' ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
εἷσε λόχον· τοὶ δ' οὔ τι πάλιν οἶκον δὲ νέοντο·
πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. 190
ἀλλ' ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν,
δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. 195
ἣ δ' ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
ἣ δ' ἔτεκ' ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, 200
ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 205
Ἱππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
πέμπε δέ μ' ἐς Τροίην, καί μοι μάλα πόλλ' ἐπέτελλεν
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι
ἔν τ' Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 210
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
.
.
σ'αυτον αμεσως του Ιππολοχου μιλησε ο λαμπρος γιος
γιε του Τυδεα μεγαλοψυχε ποια ειν'η γεννια μου ρωτας; 145
οποια των φυλλων η γεννια τετοια δε και των ανθρωπων
φυλλα τα μεν κι ο ανεμος χαμω ριχνει,αλλα δε το δασος
ολο ζωντανια φυτρωνει,της ανοιξης οταν επερχεται η ωρα
οπως των ανθρωπων η γεννια,η μεν φυτρωνει η δε τελειωνει
αν δε θελεις κι αυτα να μαθεις για να καλα γνωρισεις 150
την δικια μου γεννια αφου πολλοι ανθρωποι την γνωριζουν
υπαρχει πολις Εφυρα βαθεια μεσ'στ'Αργος π'αλογα θρεφει
εκει δε ο Σισυφος ηταν,ο πιο απληστος που'γινε απ'ανθρωπους
ο Σισυφος γιος του Αιολου,αυτος δε τον Γλαυκο γεννησε γιο
μετα ο Γλαυκος γεννησε τον αμεμπτο Βελλερεφοντην 155
σ'αυτον οι θεοι κι ωραιοτητα κι ανδρεια εξοχην
εστειλαν.μετα σ'αυτον ο Προιτος κακα μηχανευτηκε στη καρδια
αυτον απ'τον δημο εκδιωξε επειδη πολυ ανωτερος ηταν
των Αργειων.ο Διας αυτον κατ'απ'το σκηπτρο του ελεγχε
μ'αυτον δε η γυναικα του Προιτου ξετρελλαθηκε η θεια Αντεια 160
με κρυφο ερωτα να σμιξει αλλ'αυτον καθολου δεν καταφερε
τον αγαθα σκεπτομενο τον συνετο το φρονημα Βελλερεφοντην
αυτη δε ψευδομενη στον Προιτο βασιλια μιλησε
πεθανε Προιτε η' σκοτωσε τον Βελλερεφοντην
που'θελε μ'ερωτα με μενα να σμιξει χωρις να θελω 165
ως το'πε τον δε βασιλια οργη επιασε απ'αυτο π'ακουσε
να τον σκοτωσει μεν τ'αποφυγε δεν τ'αντεχε στη καρδια
τον εστειλε δε στη Λυκια και του'δωσε δε ολεθρια σηματα
γραφοντας σε διπλωμενο πινακα φθοροφορα στη καρδια πολλα
να δειχτει και ν'ανοιχτει στον πενθερο για να χαθει 170
τοτ'αυτος βαδισε στη Λυκια κατω δε απ'των θεων την αμεμπτο συνοδεια
αλλ'οταν λοιπον στη Λυκια εφθασε και στον Ξανθο τον ρεοντα
προθυμα τον ετιμησε ο βασιλιας της Λυκιας της ευρυχωρης
εννια μερες τον φιλοξενισε κι εννια βοδια θυσιασε σφαζοντας
αλλ'οταν λοιπον τη δεκατη φωτισε η ροδοδαχτυλη Αυγη 175
τοτε μονο τον ρωτησε και ζητησε το σημα να γνωρισει
αυτο που σ'αυτον απ'τον γαμβρον τον Προιτο εφερε
μετα οταν το κακο σημα του παραδοθηκε του γαμβρου
πρωτον μεν την Χιμαιρα την ακαταμαχητην διεταξε
να χτυπησει.αυτη δε ηταν θεικη γεννια οχι ανθρωπων 180
μπροστα λιονταρι πισω δρακος στη μεση δε γιδα χιμαιρα
φοβερη εκπνεοντας φωτιας ορμη φλογερη
κι αυτη σκοτωσε στων θεων τα σημαδια υπακουοντας
δευτερον με τους Σολυμους μαχευσε τους ξακουστους
τοσο ισχυρη μαχη ελεγε δεν γινεται ανθρωπων 185
το τριτον σκοτωσε τις Αμαζονες ισες μ'αντρες αντιπαλες
σ'αυτον δεν οταν επεστρεφε πανουργον δολο αλλον υφανε
διαλεγοντας απ'την Λυκια την ευρυχωρη τους πιο αριστους
εστησε ενεδρα.απ'αυτους δε ουτ'ενας παλι σπιτι γυρισε
ολους τους σκοτωσε ο αμεμπτος Βελλερεφοντης 190
αλλ'οταν καταλαβε απο θεου γονου φυτρα ηταν
αυτον κρατησε του'δωσε δε τη θυγατερα του
εδωσε δε σ'αυτον τη μιση ολης της βασιλικης τιμης
κι οι Λυκιοι τεμενος του χωρισαν εξοχο απ'αλλα
ομορφης δενδροφυτειας και χωραφιου για να τα μοιραζεται 195
αυτη δε γεννησε τρια παιδια στον συνετο το φρονημα Βελλερεφοντην
τον Ισανδρον και τον Ιππολοχον και την Λαοδαμειαν
με την Λαοδαμεια συνεβρεθηκε ο σοφος Διας
αυτη δε γεννησε τον ισοθεο Σαρπηδονα τον χαλκοοπλοφορο
αλλ'οταν τελικα κι εκεινος εχθρευθηκε απ'ολους τους θεους 200
αληθεια αυτος κατω στον Αληιο τοπο μονος περιπλανηθηκε
την καρδια του κατατρωγοντας πατημα ανθρωπων αποφευγοντας
τον Ισανδρον δε τον γιο του ο Αρης ο αχορταγος για πολεμο
μαχομενον με τους Σολυμους τους ξακουστους τον σκοτωσε
την δε κορη του οργισμενη η με τα χρυσα χαλιναρια Αρτεμη σκοτωσε 205
ο Ιππολοχος εμενα γεννησε κι απ'αυτον λεγω να γεννηθηκα
μ'εστειλε δε στη Τροια και σε μενα παρα πολλα εδωσε εντολη
παντα ν'αριστευεις και να υπερεχεις των αλλων
ουτε το γενος των πατερων να ντροπιασω που παρα πολυ αριστοι
μεσ'την Εφυρα εγιναν και στην Λυκια την ευρυχωρη 210
τουτης σε σενα και της γεννιας και του αιματος καυχωμαι να'μαι

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου