το ονειρο της Πηνελοπης-χ.ν.κουβελης c.n.couvelis
ΤΟ ΟΝΕΙΡΟ ΤΗΣ ΠΗΝΕΛΟΠΗΣ
[Ομηρου Οδυσσεια-ραψωδια τ'-στιχοι 536-554]-μεταφραση χ.ν.κουβελης
ἀλλ' ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
ἐλθὼν δ' ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχήλης
πᾶσι κατ' αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δ' ἐκέχυντο 540
ἁθρόοι ἐν μεγάροισ', ὁ δ' ἐς αἰθέρα δῖαν ἀέρθη.
αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
ἀμφὶ δέ μ' ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
οἴκτρ' ὀλοφυρομένην, ὅ μοι αἰετὸς ἔκτανε χῆνας.
ἂψ δ' ἐλθὼν κατ' ἄρ' ἕζετ' ἐπὶ προὔχοντι μελάθρῳ,
φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·
"θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·
οὐκ ὄναρ, ἀλλ' ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.
χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις
ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, 550
ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω."
ὣς ἔφατ', αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·
παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισ' ἐνόησα
πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ."
αλλ'ελα κι ακουσε τ'ονειρο και σε μενα ερμηνεψε το
εγω'χω εικοσι χηνες στο σπιτι που σταρι τρωνε μουσκεμενο
κι αυτες ζεστενεται απ'τη χαρα η καρδια μου να τις βλεπω,
κι απ'το βουνο ηρθε τρανος αετος με νυχια γαμψα
σ'ολες καταπανω πεφτοντας τους λαιμους εσπασε και σκοτωσε 540
κι αυτες σκορπισαν σωρος στις αιθουσες ,ενω αυτος στον λαμπερο
αερα σηκωθηκε,τοτε εγω'κλαιγα κι ουρλιαζα με λυγμους μεσ'τ'ονειρο
και γυρω μου μαζευτηκαν οι ομορφοπλεξουδες Αχαιετισες
τοσο θρηνουσα να λυπασαι,γιατι ο αετος μου σκοτωσε τις χηνες,
τοτ'αυτος γυριζοντας πισω καθισε σε μια προεξοχη του δοκαριου της στεγης
και μ'ανθρωπινη φωνη να μην οδυρομαι μου φωναξε
''παρε θαρρος.του Ικαριου κορη που στα περατα ειναι δοξασμενος
δεν ειν'ονειρο,αλλ'οπτασια καλη,που σε σενα θα πραγματοποιηθει,
οι χηνες οι μνηστηρες ειναι,εγω που σε σενα σαν αετος πουλι
πριν φανηκα,τωρα παλι σαν τον αντρα σου εχω γυρισει 550
που σ'ολους τους μνηστηρες ντροπιασμενη μοιρα θα φερω''
ετσι αυτος ειπε,τοτε ο γλυκος σαν μελι υπνος μ'αφησε
κι ειδα κοιττωντας γυρω τις χηνες στις αιθουσες και καταλαβα
σταρι να τσιμπολογουν στη λεκανι οπου και πριν εκει γυρω
.
.
.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου