.
.
GREEK POETRY
-ΚΑΛΛΙΜΑΧΟΥ ΥΜΝΟΙ-
ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ
Τειρεσια Υποθεσις[στιχοι 70-130]
[μεταφραση χ.ν.κουβελης
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.
Αλεξανδρινη Σχολη
Ελληνιστικη Γραμματεια
ΚΑΛΛΙΜΑΧΟΥ ΥΜΝΟΙ
ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ
Τειρεσια Υποθεσις[στιχοι 70-130]
[μεταφραση χ.ν.κουβελης
Καλλιμαχος ο Κυρηναιος [310 πΧ Κυρηνη-240 πΧ Αλεξανδρεια]ποιητής, βιβλιοθηκονόμος,
συγγραφέας, επιγραμματοποιός και μυθογράφος, άκμασε την εποχή των Πτολεμαίων
Β' Φιλάδελφου και Ευεργέτη,στην Αλεξάνδρεια ίδρυσε γραμματική σχολή,μαθητές του
ηταν ο Αριστοφάνης ο Βυζάντιος, Απολλώνιος ο Ρόδιος, ο Ερατοσθένης κ.ά.,
εκανε τον καταλογο-πινακες- ολων των βιβλιων της Βιβλιοθηκης της Αλεξανδρειας,
120 τομοι,απο το εργο του σωθηκαν 6 Υμνοι [Εις Δια,Εις Απολλωνα,Εις Αρτεμιν,
Εις Δηλον,Εις Λουτρα της Παλλαδος,Εις Δημητραν],64 επιγραμματα στην Παλατινη
Ανθολογια[Στεφανος του Μελεαγρου],αποσπασματα ,ενα επυλλιο,η Εκαλη[η φιλοξενια
του ηρωα Θησεα απο την γεροντισα Εκαλη,στην σημερινη περιοχη της Αθηνας Εκαλη] ,
τα Αιτια [4.000 στιχοι]αποσπασμα
.
.
ΚΑΛΛΙΜΑΧΟΥ ΥΜΝΟΙ
ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ
Τειρεσια Υποθεσις[στιχοι 70-130]
[μεταφραση χ.ν.κουβελης
.
70δή ποκα γὰρ πέπλων λυσαμένα περόνας
ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
λῶντο· μεσαμβρινὰ δ᾽ εἶχ᾽ ὄρος ἁσυχία.
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ᾽ ἔσαν ὧραι,
πολλὰ δ᾽ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75 Τειρεσίας δ᾽ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
διψάσας δ᾽ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
σχέτλιος· οὐκ ἐθέλων δ᾽ εἶδε τὰ μὴ θεμιτά.
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα·
80«τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ᾽ ἀποισόμενον,
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;»
ἁ μὲν ἔφα, παιδὸς δ᾽ ὄμματα νὺξ ἔλαβεν.
†ἐστάθη δ᾽ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμαχανία.
85 ἁ νύμφα δ᾽ ἐβόασε· «τί μοι τὸν κῶρον ἔρεξας
πότνια; τοιαῦται, δαίμονες, ἐστὲ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε,
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλ᾽ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὢ ἐμὲ δειλάν,
90ὢ ὄρος, ὢ Ἑλικὼν οὐκέτι μοι παριτέ,
ἦ μεγάλ᾽ ἀντ᾽ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.»
†ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
†μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
95 ἆγε βαρὺ κλαίοισα, θεὰ δ᾽ ἐλέησεν ἑταίραν·
καί νιν Ἀθαναία πρὸς τόδ᾽ ἔλεξεν ἔπος·
«δῖα γύναι, μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι᾽ ὀργάν
εἶπας· ἐγὼ δ᾽ οὔ τοι τέκνον ἔθηκ᾽ ἀλαόν.
οὐ γὰρ Ἀθαναίᾳ γλυκερὸν πέλει ὄμματα παίδων
100ἁρπάζειν· Κρόνιοι δ᾽ ὧδε λέγοντι νόμοι·
ὅς κε τιν᾽ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσῃ, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον· ἐπεὶ Μοιρᾶν ὧδ᾽ ἐπένησε λίνα,
105 ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
πόσσα δ᾽ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
110καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος
ἐσσεῖτ᾽· ἀλλ᾽ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τ᾽ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁππόκα κοὐκ ἐθέλων περ ἴδῃ χαρίεντα λοετρά
δαίμονος· ἀλλ᾽ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
115 τουτάκι δειπνησεῦντι· τὰ δ᾽ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
ὀλβίσταν δ᾽ ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
ἐξ ὀρέων ἀλαὸν παῖδ᾽ ὑποδεξαμέναν.
ὦ ἑτάρα, τῷ μή τι μινύρεο· τῷδε γὰρ ἄλλα
120τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα·
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον.
γνωσεῖται δ᾽ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
125 πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμῳ
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ·
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον,
καὶ μόνος, εὖτε θάνῃ, πεπνυμένος ἐν νεκύεσσι
130φοιτασεῖ, μεγάλῳ τίμιος Ἀγεσίλᾳ.»
.
[μεταφραση χ.ν.κουβελης]
και τοτ'αφου τα πεπλα λυμενα τις καρφιτσες
στην Ιπποκρηνη του Ελικωνα καθαρια ρεοντας
λουζονταν,μεσημεριου ειχε το ορος ησυχια,
κι οι δυο λουζονταν,μεσημεριου ηταν ωρα,
πολλη ησυχια εκεινο κατειχε το ορος ,
ο Τειρεσιας μονος με τα σκυλια τοτε π'αρχιζαν τα γενεια
να μαυριζουν στον ιερο χωρο τριγυριζε,
διψωντας απεριγραπτα στη βρυση π'ερρεε ηρθε,
ο αμοιρος,και χωρις να θελει αυτα που δεν πρεπει ειδε,
οργιστηκε ομως τοτ'η Αθηνα και του'πε,
ποιος σενα,που τα ματια πια δεν θα'χεις απο δω φευγοντας,
γιε του Ευηρη στο δυσμοιρο αυτο δρομο σ'εφερε δαιμονας;
αυτα'πε και του παιδιου τα ματια νυχτα κατελαβε,
σταθηκε αφωνο,παρελυσαν απ'τη στεναχωρια
τα γονατα και τη φωνη εκοψε η ταραχη,
η νυμφη φωναξε,τι στ'αγορι μου εκανες
σεβασμια ,τετοιες,οι δαιμονες,ειστε φιλες;
τα ματια του παιδιου μου αφαιρεσες.τεκνο τυφλωμενο,
ειδες της Αθηνας τα στηθια και τις λαγονες,
αλλα τον ηλιο ξανα δεν θ'αντικρυσεις,εγω η δειλη,
βουνο,Ελικωνα ποτε πια δεν θα βρεθω σε σενα,
ομως πολλα πηρες για τα λιγα που κανες,ελαφια εχασες
και ζαρκαδια λιγα και το φως του παιδιου κρατας,
και με τα δυο χερια τ'αγαπημενο παιδι αγκαλιαζοντας
οπως μητερα μικρων αηδονιων γοερο θρηνο
ξεκινησε βαρια κλαιγοντας,κι η θεα λυπηθηκε τη φιλη,
και προς αυτην η Αθηνα αυτον ειπε λογο,
θεια γυναικα,ολα παρτα παλι οσα απ'την οργη
ειπες, εγω το τεκνο σου δεν τυφλωσα,
γιατι την Αθηνα δεν ευχαριστει να πλανιεται τα ματια των παιδιων
ν'αρπαζει,οι Κρονιοι αυτο εδω το λενε οι νομοι ,
οποιος καποιον των αθανατων,οταν ο θεος δεν το δεχεται,
βλεφαρισει,η πληρωμη να τον δει μεγαλη,
θεια γυναικα,αυτο δεν ξεγινετε μιας κι εγινε,
αφου η Μοιρα ετσι υφανε τη κλωστη
απο τοτε που αυτο πρωτογεννηθηκε,τωρα παρε,
γιε του Ευηρη,το χρεος το οφειλομενο,
ποσα η κορη του Καδμου υστερα πανω στη φωτια θα καψει,
ποσα ο Αρισταιος,για το μοναχοπαιδι προσευχομενοι,
τον εφηβο Ακταιονα,τυφλο να βλεπουν,
και κεινος της μεγαλης Αρτεμης συνοδοιπορος
θα'ναι,αλλ'ουτ'αυτον οι πορειες ουτε και στα οροι
θα απαλλαξουν οι κοινες τοτε τοξοβολιες
οταν καποτε χωρις να θελει θα παρακολουθησει τα χαριεντα
λουτρα της θεας,αλλα τα ιδια του τα σκυλια τον πριν κυριο
τοτ'ετσι θα δειπνισουν,και του γιου τα οστα η μητερα
θα μαζεψει σε πυκνοδασομενα μεσα μπαινοντας ,
κι ευτυχεστατη θα σε πει και στη ζωη καλοτυχη πως εισαι,
που απ'τα βουνα τυφλο παιδι δεχτηκες,
φιλη,μη γι'αυτον κλαψουριζεις,γιατι σ'αυτον αλλα
για χαρη σου απο μενα πολλα θα τον δωρισω,
επειδη μαντη θα τον καμω επαινετο στους ερχομενοιυς
που θα'ναι απ'τους αλλους περισσοτερο πιο μεγαλος ,
θα γνωριζει τα πουλια,αν αισια αυτα πετανε
περα δωθε και ποιων δεν ειναι καλες οι φτερουγες,
πολλα στους Βοιωτους των θεους θα προλεγει,πολλα στον Καδμο
θα χρησμοδοτει,και στους μεγαλους υστερα Λαβδακιδας,
θα του δωσω και μεγαλο ραβδι,τα ποδια του οπου πρεπει να πηγαινουν,
θα του δωσω και βιο με τερμα πολυχρονο,
και μονος αυτος,οταν πεθανει, πνοη εχοντας μεσ'τους νεκρους
θα περιφερεται,και στον μεγαλο Αγεσιλα σεβαστος,

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου