I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Τετάρτη 3 Οκτωβρίου 2012

ΜΑΧΑΙΡΑ ΞΗΡΟΜΕΡΟΥ-ο πατερας μου Νικος Κουβελης του Χριστοδουλου-χ.ν.κουβελης-ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ-του ΗΣΙΟΔΟΥ

.
.

ο πατερας μου Νικος Κουβελης του Χριστοδουλου-χ.ν.κουβελης
.
γεωργος ψωμοδοτης
απογονος του Ησιοδου
.
.
.
ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ-του ΗΣΙΟΔΟΥ
   Μοῦσαι Πιερίηθεν, ἀοιδῇσι κλείουσαι
    δεῦτε, Δί᾽ ἐννέπετε, σφέτερον πατέρ᾽ ὑμνείουσαι·
    ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
    ῥητοί τ᾽ ἄῤῥητοί τε Διὸς μεγάλοιο ἕκητι.
    ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,        5
    ῥεῖα δ᾽ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
    ῥεῖα δέ τ᾽ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
    Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
    κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δ᾽ ἴθυνε θέμιστας
    τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.        10
    οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ᾽ ἐπὶ γαῖαν
    εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
    ἡ δ᾽ ἐπιμωμητή· διὰ δ᾽ ἄνδιχα θυμὸν ἔχουσιν.
    ἡ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
    σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλ᾽ ὑπ᾽ ἀνάγκης        15
    ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
    τὴν δ᾽ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
    θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
    γαίης τ᾽ ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·
    ἥτε καὶ ἀπάλαμόν περ ὅμως ἐπὶ ἔργον ἔγειρεν.        20
    εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζων
    πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
    οἶκόν τ᾽ εὖ θέσθαι, ζηλοῖ δέ τε γείτονα γείτων
    εἰς ἄφενος σπεύδοντ᾽· ἀγαθὴ δ᾽ Ἔρις ἥδε βροτοῖσιν.
    καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,        25
    καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
    ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
    μηδέ σ᾽ Ἔρις κακόχαρτος ἀπ᾽ ἔργου θυμὸν ἐρύκοι
    νείκε᾽ ὀπιπεύοντ᾽ ἀγορῆς ἐπακουὸν ἐόντα.
    ὤρη γάρ τ᾽ ὀλίγη πέλεται νεικέων τ᾽ ἀγορέων τε,        30
    ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
    ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
    τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
    κτήμασ᾽ ἐπ᾽ ἀλλοτρίοις· σοὶ δ᾽ οὐκέτι δεύτερον ἔσται
    ὧδ᾽ ἔρδειν· ἀλλ᾽ αὖθι διακρινώμεθα νεῖκος        35
    ἰθείῃσι δίκῃς, αἵ τ᾽ ἐκ Διός εἰσιν ἄρισται.
    ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ᾽, ἀλλὰ τὰ πολλὰ
    ἁρπάζων ἐφόρεις, μέγα κυδαίνων βασιλῆας
    δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι·
    νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός,        40
    οὐδ᾽ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ᾽ ὄνειαρ.
    κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
    ῥῃδίως γάρ κεν καὶ ἐπ᾽ ἤματι ἐργάσσαιο,
    ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
    αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,        45
    ἔργα βοῶν δ᾽ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
    ἀλλὰ Ζεὺς ἔκρυψε, χολωσάμενος φρεσὶν ᾗσιν,
    ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης.
    τοὔνεκ᾽ ἄρ᾽ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά·
    κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πᾴς Ἰαπετοῖο        50
    ἔκλεψ᾽ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
    ἐν κοίλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
    τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·
.
.
[διαβαστε ολο το Εργο του Ησιοδου στη Βικιθηκη
στο Ιντερνετ}
.
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου