I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Δευτέρα 16 Ιουλίου 2018

LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ -ποση η πλευρα τετραγωνου διπλασιου εμβαδου ενος δεδομενου τετραγωνου; [το Σωκρατικο Μαιευτικο Διαλεκτικο Πειραμα: τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν] Πλατωνος Μενων 81e,86a-μεταφραση translation χ.ν.κουβελης c.n.couvelis ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}

.
.
LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ
-ποση η πλευρα  τετραγωνου διπλασιου εμβαδου ενος δεδομενου τετραγωνου;
[το Σωκρατικο Μαιευτικο Διαλεκτικο Πειραμα: τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν]
Πλατωνος Μενων 81e,86a-μεταφραση translation χ.ν.κουβελης c.n.couvelis
ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}
.
.

ποση η πλευρα  τετραγωνου διπλασιου εμβαδου ενος δεδομενου τετραγωνου;
[το Σωκρατικο Μαιευτικο Διαλεκτικο Πειραμα: τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν]
Πλατωνος Μενων 81e,86a-μεταφραση translation χ.ν.κουβελης c.n.couvelis

Μένων: ναί, ὦ Σώκρατες· ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν; ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;

Σωκράτης: καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ [82a]νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλ᾽ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.

Μένων: οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλ᾽ ὑπὸ τοῦ ἔθους· ἀλλ᾽ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.

Σωκράτης: ἀλλ᾽ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν [82b]ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.

Μένων: πάνυ γε. δεῦρο πρόσελθε.

Σωκράτης: Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;

Μένων: πάνυ γε σφόδρα, οἰκογενής γε.

Σωκράτης: πρόσεχε δὴ τὸν νοῦν ὁπότερ᾽ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρ᾽ ἐμοῦ.

Μένων: ἀλλὰ προσέξω.

Σωκράτης: εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;

Παῖς: ἔγωγε.

Σωκράτης: ἔστιν οὖν [82c]τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;

Παῖς: πάνυ γε.

Σωκράτης: οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;

Παῖς: ναί.

Σωκράτης: οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;

Παῖς: πάνυ γε.

Σωκράτης: εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;

Παῖς: [82d]ναί.

Σωκράτης: ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται;

Παῖς: γίγνεται.

Σωκράτης: δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;

Παῖς: ναί.

Σωκράτης: πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ.

Παῖς: τέτταρες, ὦ Σώκρατες.

Σωκράτης: οὐκοῦν γένοιτ᾽ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;

Παῖς: ναί.

Σωκράτης: πόσων οὖν ἔσται ποδῶν;

Παῖς: ὀκτώ.

Σωκράτης: φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται [82e]ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου;

Παῖς: δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία.

Σωκράτης: ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλ᾽ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφ᾽ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι;

Μένων: ἔμοιγε.

Σωκράτης: οἶδεν οὖν;

Μένων: οὐ δῆτα.

Σωκράτης: οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;

Μένων: ναί.

Σωκράτης: θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ [83a]διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλ᾽ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.

Παῖς: ἔμοιγε.

Σωκράτης: οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;

Παῖς: πάνυ γε.

Σωκράτης: ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται [83b]γένωνται;

Παῖς: ναί.

Σωκράτης: ἀναγραψώμεθα δὴ ἀπ᾽ αὐτῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;

Παῖς: πάνυ γε.

Σωκράτης: οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;

Παῖς: ναί.

Σωκράτης: πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον;

Παῖς: πῶς δ᾽ οὔ;

Σωκράτης: διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;

Παῖς: οὐ μὰ Δία.

Σωκράτης: ἀλλὰ ποσαπλάσιον;

Παῖς: τετραπλάσιον.

Σωκράτης: ἀπὸ τῆς διπλασίας [83c]ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.

Παῖς: ἀληθῆ λέγεις.

Σωκράτης: τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί;

Παῖς: ναί.

Σωκράτης: ὀκτώπουν δ᾽ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;

Παῖς: φημί.

Σωκράτης: τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;

Παῖς: ναί.

Σωκράτης: εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;<

Παῖς: ναί.>

Σωκράτης: οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ [83d]τοσησδί; ἢ οὔ;

Παῖς: ἔμοιγε δοκεῖ οὕτω.

Σωκράτης: καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;

Παῖς: ναί.

Σωκράτης: δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.

Παῖς: δεῖ. [83e]

Σωκράτης: πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.

Παῖς: τρίποδα.

Σωκράτης: οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς.

Παῖς: ναί.

Σωκράτης: οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;

Παῖς: φαίνεται.

Σωκράτης: τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;

Παῖς: ἐννέα.

Σωκράτης: ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;

Παῖς: ὀκτώ.

Σωκράτης: οὐδ᾽ ἄρ᾽ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.

Παῖς: οὐ δῆτα.

Σωκράτης: ἀλλ᾽ ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ [84a]εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.

Παῖς: ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα.

Σωκράτης: ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι; ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλ᾽ οὖν ᾤετό γ᾽ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν· νῦν δὲ ἡγεῖται [84b]ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδ᾽ οἴεται εἰδέναι.

Μένων: ἀληθῆ λέγεις.

Σωκράτης: οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει;

Μένων: καὶ τοῦτό μοι δοκεῖ.

Σωκράτης: ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν;

Μένων: οὐκ ἔμοιγε δοκεῖ.

Σωκράτης: προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει· νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις [84c]ᾤετ᾽ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει.

Μένων: ἔοικεν.

Σωκράτης: οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;

Μένων: οὔ μοι δοκεῖ, ὦ Σώκρατες.

Σωκράτης: ὤνητο ἄρα ναρκήσας;

Μένων: δοκεῖ μοι.

Σωκράτης: σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετ᾽ ἐμοῦ, οὐδὲν ἀλλ᾽ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος· [84d]φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.

λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον; μανθάνεις;

Παῖς: ἔγωγε.

Σωκράτης: ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;

Παῖς: ναί.

Σωκράτης: καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;

Παῖς: ναί.

Σωκράτης: οὐκοῦν προσαναπληρωσαίμεθ᾽ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;

Παῖς: πάνυ γε.

Σωκράτης: ἄλλο τι οὖν γένοιτ᾽ ἂν τέτταρα ἴσα χωρία [84e]τάδε;

Παῖς: ναί.

Σωκράτης: τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται;

Παῖς: τετραπλάσιον.

Σωκράτης: ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι;

Παῖς: πάνυ γε.

Σωκράτης: οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν [85a]{{χ|τινὰ] τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;

Παῖς: ναί.

Σωκράτης: οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;

Παῖς: γίγνονται γάρ.

Σωκράτης: σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;

Παῖς: οὐ μανθάνω.

Σωκράτης: οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός;
ἢ οὔ;

Παῖς: ναί.

Σωκράτης: πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;

Παῖς: τέτταρα.

Σωκράτης: πόσα δὲ ἐν τῷδε;

Παῖς: δύο.

Σωκράτης: τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;

Παῖς: διπλάσια.

Σωκράτης: τόδε οὖν [85b]ποσάπουν γίγνεται;

Παῖς: ὀκτώπουν.

Σωκράτης: ἀπὸ ποίας γραμμῆς;

Παῖς: ἀπὸ ταύτης.

Σωκράτης: ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;

Παῖς: ναί.

Σωκράτης: καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστ᾽ εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένων:ος, γίγνοιτ᾽ ἂν τὸ διπλάσιον χωρίον.

Παῖς: πάνυ μὲν οὖν, ὦ Σώκρατες.

Σωκράτης: τί σοι δοκεῖ, ὦ Μένων; ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο; [85c]

Μένων: οὔκ, ἀλλ᾽ ἑαυτοῦ.

Σωκράτης: καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.

Μένων: ἀληθῆ λέγεις.

Σωκράτης: ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ;

Μένων: ναί.

Σωκράτης: τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;

Μένων: φαίνεται.

Σωκράτης: καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθ᾽ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς [85d]ἐπιστήσεται περὶ τούτων.

Μένων: ἔοικεν.

Σωκράτης: οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλ᾽ ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;

Μένων: ναί.

Σωκράτης: τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;

Μένων: πάνυ γε.

Σωκράτης: ἆρ᾽ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν;

Μένων: ναί.
Σωκράτης: οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων· εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. ἢ [85e]δεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.

Μένων: ἀλλ᾽ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν

Σωκράτης: ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί;

Μένων: ἀνάγκη, ὦ Σώκρατες, φαίνεται.

Σωκράτης: εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών, οὐκ ἤδη τοῦτο [86a]δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει;

Μένων: φαίνεται.
.
.
Μενων:ναι,Σωκρατη,αλλα πως λες αυτο,οτι δεν μαθαινουμε,αλλ'αυτη που καλουμε μαθηση
αναμνηση ειναι,μπορεις εμενα αυτο να διδαξεις πως ετσι εχει;

Σωκρατης:και πριν λιγο ειπα,Μενων,οτι πονηρος εισαι,και τωρα ρωτας αν μπορω να σε
διδαξω,οταν δεν ειπα οτι διδαχη ειναι αλλ'αναμνηση,για να βεβαια αμεσως φανω αυτος
ο ιδιος τ'αντιθετα οτι λεω

Μενων:οχι μα τον Δια,Σωκρατη,δεν το'πα σ'αυτο αποβλεποντας,αλλ'απο συνηθεια,αλλ'αν
καπως σε μενα μπορεις να δειξεις οτ'εχει οπως ακριβως λες,δειξε

Σωκρατης:αλλα δεν ειναι ευκολο,ομως θελω με προθυμια να προσπαθησω για χαρι σου,
αλλα σε μενα προσκαλεσε απ'τους πολλους εδω ακολουθους σου ενα,οποιονα θελεις,για
να μ'αυτον σε σενα δειξω

Μενων:και βεβαια,ελα δω εσυ

Σωκρατηε:Ελληνας ειναι και γνωριζει ελληνικα;

Μενων:και βεβαια παρα πολυ,γεννημενος στο σπιτι μαλιστα

Σωκρατης:να'χεις σε προσοχη το νου σου τωρα ποια απ'τα δυο θα σου φανουν,η' αναθυμα-
ται η' μαθαινει απο μενα

Μενων:και βεβαια θα προσεξω

Σωκρατης:πες τωρα σε μενα,παιδι,γνωριζεις οτι το τετραγωνο χωριο τετοιο ειναι;

Παῖς: εγω και βεβαια

Σωκρατης:υπαρχει λοιπον τετραγωνο χωριο να εχει ισες τις γραμμες αυτες ολες,που
τεσσερες ειναι;

Παιδι:και βεβαια

Σωκρατης:και δεν εχει κι αυτες που απ'το μεσο ειναι ισες;

Παιδι:ναι

Σωκρατης:λοιπον δεν θα ηταν τετοιο χωριο και πιο μεγαλο και πιο μικρο;

Παιδι:και βεβαια

Σωκρατης:αν λοιπον ηταν αυτη η πλευρα δυο ποδια κι αυτη δυο,ποσα θα ηταν ποδια το
ολον;τωρα εδω δες καλα,αν ηταν αυτη δυο ποδια,αυτη δε ενα ποδι μονο,τι αλλο το ολο θα
ηταν απο δυο ποδια το χωριο;

Παιδι:ναι

Σωκρατης:επειδη δε δυο ποδια κι αυτη,τι αλλο παρα δυο φορες δυο:θα γινει;

Παιδι:θα γινει

Σωκρατης:δυο επομενως δυο φορες γινεται ποδια;

Παιδι:ναι

Σωκρατης:ποσα λοιπον ειναι τα δυο δυο φορες ποδια;αφου υπολογισεις πες

Παις:τεσσερα,Σωκρατη

Σωκρατης:λοιπον δεν θα μπορουσε να γινει απ'αυτο το χωριο αλλο διπλασιο,τετοιο δε,ισες
εχοντας ολες τις γραμμες οπως ακριβως αυτο;

Παιδι:ναι

Σωκρατης:ποσα λοιπον ειναι ποδια;

Παιδι:οκτω

Σωκρατης:ελα λοιπον,προσπαθησε σε μενα να πεις ποσο πολυ θα ειναι εκεινου η καθε
γραμμη,αφου αυτου εδω δυο ποδια,ποσο αυτη εκεινου του διπλασιου;

Παιδι:φανερο βεβαια,Σωκρατη,οτι διπλασια

Σωκρατης:βλεπεις,Μενων,πως εγω αυτον τιποτα δεν διδασκω,αλλα ρωτω παντα,και τωρ'
αυτος νομιζει πως γνωριζει ποια ειναι απ'την οποια το οκταποδο χωριο θα γινει,η' δεν
φαινεται σε σενα;

Μενων:εγω και βεβαια

Σωκρατης:γνωριζει λοιπον;

Μενων:οχι αναμφιβολα

Σωκρατης:νομιζει λοιπον απ'τη διπλασια;

Μενων:ναι

Σωκρατης:κοιταξε λοιπον αυτον ν'αναθυμαται απο εδω και περα,οπως πρεπει ν'αναθυμα-
ται,συ δε σε μενα πες,απ'τη διπλασια γραμμη λες το διπλασιο χωριο οτι γινεται;αυτο εδω
λεω,οχι αυτη μακρια,απ'την αλλη κοντη,αλλ'ισα παντου να'ναι οπως ακριβως σ'αυτο εδω,
διπλασιο δε απ'αυτο,οκταποδο,αλλα δες αν ακομα σε σενα απ'τη διπλασια φαινεται να
ειναι

Παις:και βεβαια σε μενα

Σωκρατης:λοιπον διπλασια αυτη αυτης δεν γινεται,αν αλλη οσο αυτη προσθεσουμε εδω;

Παιδι:και βεβαια

Σωκρατης:απ'αυτη λοιπον ,λες,θα ειναι το οκταποδο χωριο,αν τεσσερες τετοιες τοσο γενουν;

Παιδι:ναι

Σωκρατης:ας χαραξουμε λοιπον απ'αυτη τεσσερες ισες,τι αλλο παρα αυτο εδω να'ναι αυτο
που λες το οκταποδο ειναι;

Παιδι:και βεβαια

Σωκρατης:δεν ειναι λοιπον σ'αυτο αυτα εδω τα τεσσερα,απ'τα οποια καθενα ισο μ'αυτο
ειναι το τετραποδο;

Παιδι:ναι

Σωκρατης:ποσον λοιπον γινεται;δεν ειναι τεσσερες φορες τοσο;

Παιδι:πως οχι;

Σωκρατης:διπλασιο λοιπον ειναι το τεσσερες φορες τοσο;

Παιδι:οχι μα το Δια

Σωκρατης:αλλα ποσο περισσοτερο;

Παιδι:τετραπλασιο

Σωκρατης:επομενως απο τη διπλασια,παιδι,οχι διπλασιο αλλα τετραπλασιο γινεται χωριο

Παις:αληθεια λες

Σωκρατης:τεσσερες τοτε τεσσερες φορες ειναι δεκαεξι,οχι;

Παιδι:ναι

Σωκρατης:το οκταποδο απο ποια γραμμη;οχι απ'αυτην το τετραπλασιο;

Παιδι:αυτο λεω

Σωκρατης:τετραποδο δε απ'της μισης αυτης εδω;

Παιδι:ναι

Σωκρατης:ας ειναι,το δε οκταποδο δεν ειναι αυτου εδω διπλασιο,αυτου δε μισο;

Παιδι:ναι

Σωκρατης:δεν ειναι πιο μεγαλο μεν απ'τη τοση αυτη γραμμη,πιο μικρο δε απ'τη τοση εδω;
η' οχι;

Παιδι:σε μενα βεβαια φαινεται ετσι

Σωκρατης:καλως,τοτε αυτο που νομιζεις αυτο αποκρισου,και σε μενε λεγε,δεν ειναι αυτη δω
μεν δυο ποδια,η' δε τεσσερα;

Παιδι:ναι

Σωκρατης:πρεπει επομενως η γραμμη μεν του οκταποδου χωριου πιο μεγαλη να ειναι απ'
αυτη εδω του διποδου,πιο μικρη δε απ'αυτη του τετραποδου

Παιδι:πρεπει

Σωκρατης:προσπαθασε λοιπον να πεις ποσο πολυ λες αυτη οτι ειναι

Παις:τρια ποδια

Σωκρατης:αν λοιπον τρια ποδια ειναι,το μισο αυτης ας προσθεσουμε κι ειναι τρια οδια;τοτε
δυο απο δω,αυτο ενα,κι απ'την αλλη ομοια δυο απο δω,αυτο ενα,και γινεται αυτο το χωριο
που λες;

Παις:ναι

Σωκρατης: λοιπον αν ειναι αυτη εδω τρια κι αυτη εδω τρια,το ολο χωριο τρεις  τρεις φορες
ποδια  δεν γινεται;

Παιδι:αυτο φαινεται

Σωκρατης:τρεις δε τρεις φορες ποσα ποδια ειναι;

Παιδι:εννεα

Σωκρατης:πρεπει δε το διπλασιο ποσα να ειναι ποδια;

Παιδι:οκτω

Σωκρατης:επομενως  απ'το τριποδο το οκταποδο χωριο δεν γινεται

Παιδι:οχι αναμφιβολα

Σωκρατης:αλλ'απο ποια;προσπαθησε σε μας να πεις ακριβως,κι αν δεν θελεις να μετρας,
τοτε δειξε απο ποια

Παιδι:αλλα μα τον Δια,Σωκρατη,εγω βεβαια δεν γνωριζω

Σωκρατης:καταλαβαινεις παλι,Μενων,ηδη δεν προχωρα αυτος εδω στο ν'αναθυμηθει,διοτι
στην αρχη μεν δεν γνωριζε,ποια ειναι του οκταποδου χωριου η γραμμη,οπως ακριβως ουτε
τωρα γνωριζει,αλλ'ομως νομιζε γι'αυτην τοτε οτι γνωριζε,και θαρραλεα αποκρινονταν ως
γνωστης,και δεν διανοουνταν οτ'ηταν σ'απορια,τωρα διανοειται οτ'ειναι σ'απορια ηδη,κι
οπως ακριβως να μην γνωριζει,ουτε νομιζει οτι γνωριζει

Μενων:αληθεια λες

Σωκρατης:δεν ειναι λοιπον τωρα πιο καλα για το πραγμα που δεν γνωριζε;

Μενων:και σε μενα αυτο φαινεται

Σωκρατης:ν'απορει λοιπον αυτο καναμε και να ναρκωθει οπως ακριβως η ναρκη,μηπως σε
κατι τον βλαψαμε;

Μενων:σε μενα βεβαια δεν φαινεται

Σωκρατης:κατι λοιπον χρησιμο εχουμε κανει,οπως φαινεται,για να το βρει πως εχει,γιατι
τωρα μεν και θα ζητησει μ'ευχαριστηση οχι γνωστης,τοτε δε ευκολα και μπροστα σε πολλους
και πολλες φορες θα νομιζε πως καλα λεει για το διπλασιο χωριο,,πως πρεπει διπλασια τη
γραμμη να'χει σε μηκος

Μενων:αυτο φαινεται

Σωκρατης:νομιζεις λοιπον πως αυτος πρωτυτερα θα επιχειρουσε να ζητησει η' να μαθει αυ-
το το οποιο νομιζε οτι γνωριζε οχι γνωστης,πριν σ'απορια να πεσει συνειδητοποιωντας πως
δεν γνωριζει ,και να ποθησει το να γνωριζει;

Μενων:σε μενα δεν φαινεται,Σωκρατη

Σωκρατης:οφεληθηκε επομενως αφου ναρκωθηκε;

Μενων:σε μενα φαινεται

Σωκρατης:σκεψου λοιπον απ'αυτη την απορια αυτο που και θα ξαναβρει ζητωντας μαζι μου,
τιποτ'αλλο παρα εγω ρωτωντας κι οχι διδασκοντας,προσεξε δεν αν καπου με βρεις να διδα-
σκω και να εξηγω σ'αυτον,αλλα να μη τις γνωμες αυτου να ρωταω,
λεγε λοιπον σε μενα συ,δεν εχουμε τουτο το τετραποδο χωριο;το καταλαβαινεις;

Παιδι:εγω και βεβαια

Σωκρατης:αλλο δε σ'αυτο δεν θα μπορουσε να προσθεσουμε σ'αυτο δω ισο;

Παιδι:ναι

Σωκρατης:και ισο στο καθενα απ'αυτα;

Παιδι:ναι

Σωκρατης:δεν θα μπορουσαμε να συμπληρωσουμε ενα στη γωνια αυτη εδω;

Παιδι:και βεβαια

Σωκρατης:τι αλλο λοιπον θα γινουν απο τεσσερα ισα χωρια αυτα εδω;

Παιδι:ναι

Σωκρατης:τι λοιπον,το ολον αυτο εδω ποσο περισσοτερο αυτου εδω γινεται;

Παιδι:τετραπλασιο

Σωκρατης:επρεπε βεβαια το διπλασιο σε μας να γινει,η' δεν θυμασαι;

Παιδι:και βεβαια

Σωκρατης:δεν ειναι λοιπον αυτη η γραμμη απο γωνια σε γωνια που διχοτομει καθενα απ'
αυτα τα χωρια;

Παιδι:ναι

Σωκρατης:δεν γινονται λοιπον οι τεσσερες αυτες γραμμες ισες,που περιεχουν αυτο εδω το
χωριο;

Παιδι:βεβαια γινονται

Σωκρατης:
Σωκράτης: σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;

Παῖς: οὐ μανθάνω.

Σωκράτης: οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ;

Παῖς: ναί.

Σωκρατης:ποσα λοιπον τετοια σ'αυτο υπαρχουν;

Παιδι:τεσσερα

Σωκρατης:ποσα δε σ'αυτο εδω;

Παιδι:δυο

Σωκρατης:τα δε τεσσερα στα δυο τι ειναι;

Παιδι:διπλασια

Σωκρατης:αυτο δω λοιπον ποσα ποδια γινεται;

Παιδι:οκταποδο

Σωκρατης:απο ποια γραμμη;

Παιδι:απ'αυτη

Σωκρατης:απ'αυτη που απο γωνια σε γωνια εκτεινεται του τετραποδου;

Παιδι:ναι

Σωκρατης:αυτη βεβαια την καλουν διαμετρο οι σοφιστες,ωστ'αν αυτη εχει τ'ονομα διαμετρος,
απ'τη διαμετρο τοτε,οπως εσυ λες,παιδι του Μενωνα,θα γινονταν το διπλασιο χωριο

Παιδι:βεβαιοτατα τοτε,Σωκρατη

Σωκρατης:τι σε σενα φαινεται,Μενων,ειναι μια καποια γνωμη οχι δικη του π'αυτος αποκριθηκε;

Μενων:οχι,αλλα δικες του

Σωκρατης:και πραγματι δεν γνωριζε βεβαια,οπως ειπαμε λιγο πρωτυτερα

Μενων:αληθεια λες

Σωκρατης:ενυπηρχαν λοιπον σ'αυτον αυτες οι γνωμες η' οχι;

Μενων:ναι

Σωκρατης:τοτε σ'αυτον που δεν γνωριζει γι'αυτα που δεν γνωριζει ενυπαρχουν αληθεις γνωμες
γι'αυτα τα οποια δεν γνωριζει;

Μενων:αυτο φαινεται

Σωκρατης:και τωρα λοιπον σ'αυτον οπως ακριβως σ'ονειρο αυτη τη στιγμη εχουν επανερθει
οι γνωμες αυτες,αν δε αυτον καποιος τον ρωτησει πολλες φορες αυτα τα ιδια και με πολλους
τροπους,γνωριζεις οτι τελειωνοντας απο κανεναν λιγοτερο ακριβως δεν αντιλαμβανεται γι'αυτα

Μενων:αυτο φαινεται

Σωκρατης:λοιπον δεν διδαχτηκε απο κανεναν αλλ'επειδη ρωτηθηκε γνωρισε,ανακτωντας αυτος
απ'τον αυτον τον ιδιο τη γνωση;

Μενων:ναι

Σωκρατης:το ν'ανακτα αυτος απ'τον αυτον τον ιδιο τη γνωση δεν ειναι να'χει αναθυμηθει;

Μενων:και βεβαια

Σωκρατης:τοτε λοιπον τη γνωση,την οποια τωρα αυτος εχει, δεν την ελαβε καποτε η'
παντοτε την ειχε;

Μενων:ναι

Σωκρατης:λοιπον εαν μεν παντοτε την ειχε,παντοτε θα ηταν γνωστης των παντων,εαν δεν την
ελαβε καποτε,δεν θα την εχει λαβει βεβαια στον τωρα βιο,η' τον ειχε διδαξει καποιος αυτον
να γεωμετρει; γιατι αυτος θα κανει για ολη τη γεωμετρια αυτα τα ιδια,και για ολα τ'αλλα μαθη-
ματα,ειναι λοιπον καποιος που αυτον ολα εχει διδαξει;γιστι ο καταλληλος εισαι να γνωριζεις,
αλλωστε αφου στο σπιτι σου εχει γεννηθει κι εχει ανατραφει

Μενων:αλλ'εγω βεβαια γνωριζω οτι κανενας ποτε δεν τον διδαξε

Σωκρατης:εχει δε αυτες τις γνωμες η΄οχι;

Μενων:αναποφευκτο,Σωκρατη,φαινεται

Σωκρατης:εαν δεν ελαβε στο τωρα βιο,δεν ειναι ηδη αυτο φανερο,οτι σε καποιο αλλο χρονο
κατειχε και ειχε μαθει;

Μενων:αυτο φαινεται
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου