I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Παρασκευή 23 Φεβρουαρίου 2018

LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ -ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ.ΒΙΒΛΙΟ:ΓΕΝΕΣΙΣ.38.A Reality Story -Εγενετο δε ο Ιουδας ο Αυναν και η Θαμαρ- [μεταφραση translation χ.ν.κουβελης c.n.couvelis] ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}

.
.
LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ
-ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ.ΒΙΒΛΙΟ:ΓΕΝΕΣΙΣ.38.A Reality Story
-Εγενετο δε ο Ιουδας ο Αυναν και η Θαμαρ-
[μεταφραση translation χ.ν.κουβελης c.n.couvelis]
ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}
.
.


Θαμαρ και Ιουδας.Γενεσις 38

ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ.ΒΙΒΛΙΟ:ΓΕΝΕΣΙΣ.38.A Reality Story
-Εγενετο δε ο Ιουδας ο Αυναν και η Θαμαρ-
[μεταφραση translation χ.ν.κουβελης c.n.couvelis]

38.ΕΓΕΝΕΤΟ δέ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη ᾿Ιούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο
ἕως πρὸς ἄνθρωπόν τινα ᾿Οδολλαμίτην, ᾧ ὄνομα Εἰράς. 2 καὶ εἶδεν ἐκεῖ ᾿Ιούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθε πρὸς αὐτήν. 3 καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ῎Ηρ. 4 καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν ἔτι καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνάν. 5 καὶ προσθεῖσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. αὕτη δὲ ἦν ἐν Χασβί, ἡνίκα ἔτεκεν αὐτούς. 6 καὶ ἔλαβεν ᾿Ιούδας γυναῖκα ῍Ηρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ. 7 ἐγένετο δὲ ῍Ηρ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἔναντι Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός. 8 εἶπε δὲ ᾿Ιούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ ἐπιγάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου. 9 γνοὺς δὲ Αὐνὰν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 10 πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο, καὶ ἐθανάτωσε καὶ τοῦτον. 11 εἶπε δὲ ᾿Ιούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ· κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. εἶπε γάρ· μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. 12 ᾿Επληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ ᾿Ιούδα· καὶ παρακληθεὶς ᾿Ιούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τά πρόβατα αὐτοῦ, αὐτὸς
καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ ᾿Οδολλαμίτης εἰς Θαμνά. 13 καὶ ἀπηγγέλη Θάμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες· ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. 14 καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾿ ἑαυτῆς, περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. 15 καὶ ἰδὼν αὐτὴν ᾿Ιούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν. 16 ἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ· ἔασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπε· τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με; 17 ὁ δὲ εἶπεν· ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου, ἡ δὲ εἶπεν· ἐὰν δῷς μοι ἀρραβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. 18 ὁ
δὲ εἶπε· τίνα τὸν ἀρραβῶνά σοι δώσω; ἡ δὲ εἶπε· τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον, καὶ τὴν ράβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ. 19 καὶ ἀναστᾶσα ἀπῆλθε καὶ περιείλετο τὸ θέριστρον αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. 20 ἀπέστειλε δὲ ᾿Ιούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ ᾿Οδολλαμίτου κομίσασθαι παρὰ τῆς γυναικὸς τὸν ἀρραβῶνα, καὶ οὐχ εὗρεν αὐτήν. 21 ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν· οὐκ ἦν ἐνταῦθα πόρνη. 22 καὶ ἀπεστράφη πρὸς ᾿Ιούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην. 23 εἶπε δὲ ᾿Ιούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον,
σὺ δὲ οὐχ εὕρηκας. 24 ᾿Εγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ ᾿Ιούδᾳ λέγοντες· ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπε δὲ ᾿Ιούδας· ἐξαγάγετε αὐτήν, καὶ κατακαυθήτω. 25 αὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα· ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν· ἐπίγνωθι, τίνος ὁ δακτύλιος καὶ
ὁ ὁρμίσκος καὶ ἡ ράβδος αὕτη. 26 ἐπέγνω δὲ ᾿Ιούδας καὶ εἶπε· δεδικαίωται Θάμαρ ἢ ἐγώ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼν τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν. 27 ᾿Εγένετο δὲ ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. 28 ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτήν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπί τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα· οὗτος ἐξελεύσεται πρότερος. 29 ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπε· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές. 30 καί μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾿ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρά.

ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ.ΒΙΒΛΙΟ:ΓΕΝΕΣΙΣ.38.
-Εγενετο δε ο Ιουδας ο Αυναν και η Θαμαρ-
[μεταφραση translation χ.ν.κουβελης c.n.couvelis]

Εγινε κατα εκεινο τον καιρο,κατεβηκε ο Ιουδας απο τα αδελφια του και εφθασε σε καποιον
ανθρωπον Οδολλαμιτην,με το ονομα Ειρας,και εκει ο Ιουδας ειδε τη θυγατερα ενος ανθρω-
που Χαναναιου,με το ονομα Σαυα,την πηρε και εισηρθε σε αυτην,και αφου συνελλαβε γεν-
νησε γιο και καλεσε το ονομα του Ηρ,και  αφου συνελλαβε γεννησε γιο παλι και καλεσε το
ονομα του Αυναν,και επιπλεον γεννησε γιο και καλεσε το ονομα του Σηλωμ,αυτη δε ηταν
στη Χασβι,οταν τα γεννησε,και πηρε ο Ιουδας γυναικα στον Ηρ τον πρωτοτοκον του,με το ονο-
Θαμαρ,εγινε δε ο Ηρ ο πρωτοτοκος του Ιουδα πονηρος εναντι του Κυριου,και τον σκοτωσε
ο Θεος,ειπε ο Ιουδας στον Αυναν:εισελθε στη γυναικα του αδελφου σου  και γαμπρεσου την
και αναστησε το σπερμα στον αδελφο σου,γνωριζοντας δε ο Αυναν οτι δεν θα ηταν δικο του
το σπερμα το οποιο θα γεννιονταν οταν θα εισηρχετο στη γυναικα του αδελφου του,εξω εχυνε
πανω στη γη για να μη δωσει σπερμα στον αδελφο του,πονηρο δε αυτο φανηκε εναντι του
Θεου, οτι εκανε αυτο,και τον θανατωσε και αυτον,ειπε δε ο Ιουδας στη Θαμαρ τη νυφη του:
καθησε χηρα μεσα στο σπιτι του πατερα σου εως οτου μεγαλος να γινει ο Σηλωμ ο γιος μου,
γιατι ειπε,μη καποτε πεθανει και αυτος,οπως και οι αδελφοι του,αφου εφυγε η Θαμαρ καθον-
ταν μεσα στο σπιτι του πατερα της,πληθυνθηκε ο αριθμος των ημερων και πεθανε η Σαυα
η γυναικα του Ιουδα,και οταν προσκληθηκε ο Ιουδας ανεβηκε σε αυτους που κουρευαν τα
προβατα του,αυτος και ο Ειρας ο βοσκος του ο Οδολλαμιτης στη Θαμνα,και αναγγελθηκε
στη Θαμαρ τη νυφη του λεγοντες:ιδου ο πενθερος σου ανεβαινει στη Θαμνα να κουρεψει
τα προβατα του,και βγαζοντας τα ρουχα της χηρειας απο πανω της,καλυφθηκε με πεπλο και
καλλωπισθηκε και καθησε μπροστα στις πυλες της Αιναν,που ειναι στο δρομο προς τη Θαμνα,
γιατι ειδε οτι μεγαλος ειχε γινει ο Σηλωμ,κι αυτος δεν την εδωσε σε αυτον γυναικα,και βλεπον-
τας την ο Ιουδας την νομισε πορνη οτι ειναι,γιατι ειχε κατακαλυψει το προσωπο της και δεν την
αναγνωρισε,εστρεψε προς αυτον το δρομο και ειπε σε αυτη:αφησε με να εισερθω σε σενα,γιατι
δεν γνωριζε οτι η νυφη του ηταν,αυτη δε του ειπε:τι σε μενα θα δωσεις,αν εισερθεις σε μενα,
αυτος δε ειπε:εγω σε σενα θα στειλω κατσικι γιδιων απο τα προβατα μου,αυτη δε ειπε:αν δω-
σεις σε μενα αρραβωνα,εως οτου εσυ το στειλεις,αυτος δε ειπε:τι αρραβωνα σε σενα να δωσω;
αυτη δε ειπε:το δαχτυλιδι σου και το μικρο περιδεραιο,και την ραβδο αυτην στο χερι σου,και
εδωσε σε αυτη και εισηρθε σε αυτη και στη κοιλια συνελλαβε απο αυτον,και αφου σηκωθηκε
αναχωρησε και εβγαλε το πεπλο της απο πανω της και ντυθηκε τα ρουχα της χηρειας της,εστει-
δε ο Ιουδας το κατσικι απο τα γιδια με το χερι του βοσκου του του Οδολλαμιτου και να φερει
πισω απο την γυναικα τον αρραβωνα,και δεν την βρηκε,ρωτησε δε τους ανδρες του τοπου:
που ειναι η πορνη που βρισκονταν στην Αιναν στον δρομο,και ειπαν:δεν ειναι εδω πορνη,και
επεστρεψε προς τον Ιουδα και ειπε:δεν την βρηκα,και οι ανθρωποι του τοπου λενε πως δεν
ειναι εκει πορνη,ειπε δε ο Ιουδας:ας τα εχει,αλλα μη ποτε γινουμε καταγελαστοι,εγω μεν της
εστειλα το κατσικι αυτο,συ δε δεν την βρηκες.Αφου εγινε ενα τριμηνο αναγγελθηκε στον Ιουδα
λεγοντες:εχει εκπορνευτει η Θαμαρ η νυφη σου και ιδου στη κοιλια εχει απο πορνεια,ειπε δε ο
Ιουδας:εξω συρτε την,και ας κατακαφθει,αυτη δε οταν οδηγουνταν τα εστειλε στον πενθερον
της λεγοντας:απο τον ανθρωπο,του οποιου αυτα ειναι,εγω στη κοιλια εχω,και ειπε:μαθε,ποια-
νου το δαχτυλιδι και το μικρο περιδεραιο και η ραβδος αυτη,καταλαβε δε ο Ιουδας και ειπε:
εχει δικαιωθει η Θαμαρ παρα εγω,διοτι δεν την εδωσα στον Σηλων τον γιο μου,και δεν διατε-
θηκε παλι να την γνωρισει.Οταν δε εγινε να γεννησει, και μπλεγμενα ηταν διδυμα στην κοιλια
της,εγινε δε οταν γεννουσε αυτη,ο ενας προεβαλε το χερι,πιανοντας το δε η μαμη εδεσε στο
χερι του κοκκινο λεγοντας:αυτος θα βγει εξω πιο πρωτος,καθως δε μαζεψε το χερι,και αμεσως
βγηκε ο αδελφος του,η δε ειπε:οτι κοπηκε για σε ο φραγμος,και εκαλεσε το ονομα του Φαρες,
και μετα απο αυτο βγηκε ο αδελφος του,οπου σε αυτον ηταν στο χερι του το κοκκινο,και καλε-
σε το ονομα του Ζαρα
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου