I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Κυριακή 13 Δεκεμβρίου 2015

GREEK POETRY -ΑΧΙΛΗΟΣ Τ'ΑΙΑΝΤΟΣ ΤΗΡΩΣ ΑΝΤΙΟΠΗΣ ΤΕ ΑΛΚΜΗΝΗΣ ΜΕΓΑΡΑΣ ΕΠΙΚΑΣΤΗΣ ΤΕ ΧΛΩΡΙΣ ΤΕ ΛΗΔΑΣ ΤΕ ΙΦΙΜΕΔΕΙΑΣ ΤΕ ΦΑΙΔΡΑΣ ΠΡΟΚΡΙΣ Τ'ΑΡΙΑΔΝΗΣ ΜΑΙΡΑΣ ΤΕ ΚΛΥΜΕΝΗΣ ΕΡΙΦΥΛΗΣ ΤΕ ΓΥΝΑΙΚΩΝ ΝΕΚΥΙΑ [Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 467-491--στιχοι 543-564 -στιχοι 233-330] μεταφραση χ.ν.κουβελης- POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης

.
.
GREEK POETRY
-ΑΧΙΛΗΟΣ Τ'ΑΙΑΝΤΟΣ ΤΗΡΩΣ ΑΝΤΙΟΠΗΣ ΤΕ
ΑΛΚΜΗΝΗΣ ΜΕΓΑΡΑΣ ΕΠΙΚΑΣΤΗΣ ΤΕ ΧΛΩΡΙΣ ΤΕ
ΛΗΔΑΣ ΤΕ ΙΦΙΜΕΔΕΙΑΣ ΤΕ ΦΑΙΔΡΑΣ ΠΡΟΚΡΙΣ Τ'ΑΡΙΑΔΝΗΣ ΜΑΙΡΑΣ ΤΕ
ΚΛΥΜΕΝΗΣ ΕΡΙΦΥΛΗΣ ΤΕ ΓΥΝΑΙΚΩΝ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 467-491--στιχοι 543-564
-στιχοι 233-330]
μεταφραση χ.ν.κουβελης-
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης




Αχιλεας-χ.ν.κουβελης c.n.couvelis
.
.
ΑΧΙΛΗΟΣ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 467-491]
μεταφραση χ.ν.κουβελης
.
ἦλθε δ' ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
Αἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα.        470
ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
«διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,
σχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ 475
ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;»
ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
«ὦ Ἀχιλεῦ, Πηλῆος υἱέ, μέγα φέρτατ' Ἀχαιῶν,
ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·        480
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος οὐδέ πω ἁμῆς
γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. σεῖο δ', Ἀχιλλεῦ,
οὔ τις ἀνὴρ προπάροιθε μακάρτερος οὔτ' ἄρ' ὀπίσσω·
πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν 485
ἐνθάδ' ἐών· τῶ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.»
ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε·
«μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ' Ὀδυσσεῦ.
βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,        490
ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.''

ηρθ'επανω η ψυχη του γιου του Πηλεα Αχιλεα
και του Πατροκλου και του αμεμπτου Αντιλοχου
και του Αιαντα,που'ταν πρωτος στην οψη και στο κορμι
των αλλων Δαναων μετα τον αμεμπτο του Πηλεα  470
με γνωρισε η ψυχη του γρηγοροποδαρου γονου του Αιακου
και σπαρακτικα θρηνωντας  λογια φτερωτα μιλησε.
''γονε θεου γιε του Λαερτη,πολυμηχανε Οδυσσεα
παρατολμε,τι αραγε ακομη μεγαλο στο νου μηχανευεσαι εργο
πως αντεξες στον Αδη να κατερθεις,οπου οι νεκροι 475
αναισθητοι διαμενουν,ειδωλα θνητων τελειωμενων;''
ετσ'ειπε,τοτ'εγω σ'αυτον ανταποκρινομενος μιλησα.
''ω Αχιλεα,του Πηλεα γιε,πολυ υπερτερε των Αχαιων,
ηρθα στον Τειρεσια κατ'αναγκη,αν καποια συμβουλη
εχει να πει,πως στην Ιθακη στη δυσβατη θα φτασω  480
ουτ'ακομα πλησιασα Αχαικη γη,ουτ'ακομα της δικης μου
γης πατησα,αλλα παντοτ'εχω βασανα,σαν εσενα,Αχιλεα,
κανενας ανθρωπος στα περασμενα πιο καλοτυχος ουτε στα μεταπειτα
πριν οταν ζουσες σε τιμουσαμε ισα με τους θεους
οι Αργειοι ,τωρα παλι παρα πολυ κραταιος στους νεκρους 485
εδω οπ'ηρθες.οτι πεθανες μη σε πικραινει,Αχιλλεα''
ετσ'ειπα,τοτ'αυτος σε μενα ανταποκρινομενος μιλησε.
''μη τωρα σε μενα τον θανατο με λογια παρηγορεις,λαμπρε Οδυσσεα,
θα΄θελα στα χωραφια να'μουν να υπηρετω σ'αλλον,
σ'ανθρωπο κοντα ακληρο,στον οποιο πολυ βιος να μην ειναι, 490
παρα σ'ολους τους νεκρους τους σβησμενους να βασιλευω''
.
.
.


Αιας ο Τελαμωνιος-χ.ν.κουβελης c.n.couvelis
.
.
ΑΙΑΝΤΟΣ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 543-564]
μεταφραση χ.ν.κουβελης

οἴη δ᾿ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ  545
τεύχεσιν ἀμφ᾿ Ἀχιλῆος: ἔθηκε δὲ πότνια μήτηρ.
παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ᾿ ἐπ᾿ ἀέθλῳ:
τοίην γὰρ κεφαλὴν ἕνεκ᾿ αὐτῶν γαῖα κατέσχεν,
Αἴανθ᾿, ὃς πέρι μὲν εἶδος, πέρι δ᾿ ἔργα τέτυκτο 550
τῶν ἄλλων Δαναῶν μετ᾿ ἀμύμονα Πηλεί̈ωνα.
τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν:
«Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ᾿ ἔμελλες
οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,555
τοῖος γάρ σφιν πύργος ἀπώλεο: σεῖο δ᾿ Ἀχαιοὶ
ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
ἀχνύμεθα φθιμένοιο διαμπερές: οὐδέ τις ἄλλος
αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
ἐκπάγλως ἤχθηρε, τεὶ̈ν δ᾿ ἐπὶ μοῖραν ἔθηκεν. 560
ἀλλ᾿ ἄγε δεῦρο, ἄναξ, ἵν᾿ ἔπος καὶ μῦθον ἀκούσῃς
ἡμέτερον: δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.’
ὣς ἐφάμην, ὁ δέ μ᾿ οὐδὲν ἀμείβετο, βῆ δὲ μετ᾿ ἄλλας
ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.

μον'αυτη του Αιαντα η ψυχη του γιου του Τελαμωνα
μακρια στεκονταν,χολωμενη για τη νικη
αυτη που αυτον εγω νικησα κρινομενος κοντα στα καραβια 545
για τα οπλα τ'Αχιλεα,π'ορισε η σεβαστη μητερα.
[τα παιδια των Τρωων  εκριναν και η Παλαδα Αθηνα]
ας τοτε να μην επρεπε να νικησω τετοιο επαθλο
τετοιο κεφαλη εξ'αιτιας των η γη κατεχει
τον Αιαντα,αυτος που για την οψη,για τα εργα τυγχανε 550
πρωτος των αλλων Δαναων μετα τον αμεμπτο του Πηλεα
αυτον εγω με λογια του ειπα γλυκα
''Αιαντα,παιδι του Τελαμωνα του αμεμπτου,δεν σου'μελλε
ουτε πεθαμενος να λησμονισεις σε μενα  τη πικρα για τα οπλα
τα καταραμενα;αυτα τα βασανα οι θεοι τα ορισαν στους Αργειουςν 555
τετοιος σ'αυτους πυργος χαθηκε.εσενα οι Αχαιοι
ισα του Αχιλλεα πρωτο απογονο του Πηλεα
θρηνησαμε χαμενο ακαταπαυστα.κανενας αλλος
αιτιος,παρα ο Ζευς των Δαναων τον στρατο των κονταριστων
τρομερα εχθρευτηκε, θανατον στη μοιρα σου ορισε 560
αλλ'ελα εδω.βασιλια,τα λογια και τη φωνη ν'ακουσεις
τη δικη μου.δαμασε την οργη και τον ανδροπρεπη θυμο''
«ὣς ἐφάμην, ὁ δέ μ᾿ οὐδὲν ἀμείβετο, βῆ δὲ μετ᾿ ἄλλας
ετσι ειπα,αυτος τιποτα δεν μ'απαντησε,πηγε με τις αλλες
ψυχες στο Ερεβος των πεθαμενων νεκρων
.
.
.

Τηρω-χ.ν.κουβελης c.n.couvelis


Αντιοπη-χ.ν.κουβελης c.n.couvelis
.
.
ΤΗΡΩΣ ΑΝΤΙΟΠΗΣ ΤΕ ΓΥΝΑΙΚΩΝ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 233-265]
μεταφραση χ.ν.κουβελης

αἱ δὲ προμνηστῖναι ἐπήϊσαν, ἠδὲ ἑκάστη
ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ' ἐρέεινον ἁπάσας.
ἔνθ' ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, 235
ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
ἣ ποταμοῦ ἠράσσατ' Ἐνιπῆος θείοιο,
ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
καί ῥ' ἐπ' Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.        240
τῷ δ' ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
πορφύρεον δ' ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον,
κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ' ὕπνον ἔχευεν. 245
αὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
«χαῖρε, γύναι, φιλότητι· περιπλομένου δ' ἐνιαυτοῦ
τέξεαι ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.        250
νῦν δ' ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μηδ' ὀνομήνῃς·
αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.»
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
ἡ δ' ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην 255
ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαολκῷ
ναῖε πολύῤῥηνος, ὁ δ' ἄρ' ἐν Πύλῳ ἠμαθόεντι.
τοὺς δ' ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν,
Αἴσονά τ' ἠδὲ Φέρητ' Ἀμυθάονά θ' ἱππιοχάρμην.
.
τὴν δὲ μέτ' Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,        260
ἣ δὴ καὶ Διὸς εὔχετ' ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
καί ῥ' ἔτεκεν δύο παῖδ', Ἀμφίονά τε Ζῆθόν τε,
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο
πύργωσάν τ', ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο
ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. 265
.
αυτες η μια μετα την αλλη ακολουθουσε,κι η καθεμια
απο ποιον γονο ομολογουσε,εγω τις ρωτουσα ολες
εκει πρωτη την Τυρω ειδα απο ευγενη πατερα  235
αυτη ειπε του Σαλμωνεα του αμεμπτου τεκνο ειναι
ειπε του Κρηθεα γυναικα υπηρξε του Αιολου
αυτη του ποταμου ερωτευθηκε του Ενιπεα του θεικου
αυτος πολυ ωραιοτατος απ'τους ποταμους πανω στη γη ηταν
και γι'αυτο στου Ενιπεα πηγαινοερχονταν τα ομορφα νερα που ρεαν 240
σ'αυτον τοτ'εμοιασε ο περιβαλλων τη γη της γης ο σειστης
στις εκβολες του ποταμου ξαπλωσε μαζι της κρυφα του πολυστροβιλου
πορφυρο τοτε κυμα τους περικυκλωσε σ'ορος ισο,
κυρτωμενο,εκρυψε τον θεο και τη θνητη γυναικα,
ελυσε την παρθενικη ζωνη,σ'υπνο την βυθισε 245
τοτ'οταν τελειωσε ο θεος τα ερωτικα εργα
στο χερι της τοτε την σφιγγει και λογο μιλησε κι ονομασε
''χαιρε,γυναικα,στον ερωτα.με το γυρισμα του χρονου
θα  τεκνοποιησεις λαμπρα τεκνα,επειδη δεν ειν'ανωφελα τα κρεβατια
των αθανατων.εσυ αυτα φροντισε και ν'αναθρεψε  250
τωρα τραβα στο σπιτι και συγκρατησου μην ονοματισεις
επειδη εγω οπως βλεπεις ειμ'ο Ποσειδωνας ο σειστης της γης''
ετσ'ειπε και στον ποντο βουτηξε τον κυματιζοντα ,
αυτη μενοντας εγκυος τον Πελια τεκνοποιησε και τον Νηλεα
στου κρατερου Δια υπηρετες αφοσιωμενοι του μεγαλου εγιναν 255
και οι δυο.ο Πελιας στην ευρυχωρη Ιωλκο
εγκατασταθηκε με πολλα προβατα,ο αλλος στην αμμουδερη Πυλο
τους αλλους με τον Κρηθεα τεκνοποιησε η βασιλικη των γυναικων
τον Αισονα και τον Φερη τον Αμυθαονα τον μαχητη πανω σ'αρμα
.
μετα την Αντιοπη ειδα,του Ασωπου τη θυγατερα 260
αυτη τωρα περηφανευονταν πως στην αγκαλια του Δια περασε τη νυχτα
και τοτε τεκνοποιησε δυο παιδια,το Αμφιονα και τον Ζηθον
αυτοι πρωτοι της Θηβας τον τοπο διαμονης εκτισαν της εφταπυλης
και τον πυργωσαν,επειδη απυργωτη δεν μπορουσαν
να διαμενουν την ευρυχωρη Θηβα,κρατεροι ας ηταν 265
.
.
.

Αλκμηνη-χ.ν.κουβελης c.n.couvelis


Μεγαρα-χ.ν.κουβελης c.n.couvelis


Επικαστη-χ.ν.κουβελης c.n.couvelis
.
.
ΑΛΚΜΗΝΗΣ ΜΕΓΑΡΑΣ ΕΠΙΚΑΣΤΗΣ ΤΕ ΓΥΝΑΙΚΩΝ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 266-280]
μεταφραση χ.ν.κουβελης

τὴν δὲ μετ' Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
ἥ ῥ' Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
γείνατ' ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·

καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.        270

μητέρα τ' Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
ἣ μέγα ἔργον ἔρεξεν ἀϊδρείῃσι νόοιο
γημαμένη ᾧ υἷϊ· ὁ δ' ὃν πατέρ' ἐξεναρίξας
γῆμεν· ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
ἀλλ' ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων 275
Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
ἡ δ' ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο,
ἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου
ᾧ ἄχεϊ σχομένη· τῷ δ' ἄλγεα κάλλιπ' ὀπίσσω
πολλὰ μάλ', ὅσσα τε μητρὸς ἐρινύες ἐκτελέουσι.        280

.
μετα την Αλκμηνη ειδα,του Αμφιτρυωνα την νομιμη συζυγο στο κρεβατι
αυτη τον Ηρακλη με το τολμηρο φρονημα με τη καρδια λιονταριου
γεννησε στην αγκαλια του Δια του μεγαλου σμιγμενη.

και την Μεγαρα,του Κρεοντα του υψηλοφρονα θυγατερα
αυτην ειχε τ'Αμφιτρυωνα ο γιος με την ορμη παντ'ακρατητη

και τη μητερα του Οιδιποδα ειδα,την ομορφη Επικαστη,
αυτη βαρια πραξη διεπραξε χωρις στο νου να το γνωριζει
να παρει γι'αντρα το γιο της,αυτον που τον πατερα του εξοντωνοντας
την πηρε για γυναικα του.μετα γνωστα οι θεοι τα καμαν στους ανθρωπους.
αλλ'αυτος μεν στη Θηβα την πολυαγαπημενη βασανα πασχοντας
των Καδμειων βασιλευσε με των θεων τις ολεθριες βουλες
αυτη δε πηγε στου Αδη τη πυλη του κρατερου
δενοντας θηλια κρεμαμενη απ΄το ψηλο δοκαρι της σκεπης
απ'τον πονο της κατεχομενη.σ'αυτον βασανα αφησε πισω
παρα πολλα,οσα και της μητερας οι ερινυες εκτελουν 280
.
.
.

Χλωρη-χ.ν.κουβελης c.n.couvelis
.
.
ΧΛΩΡΙΣ ΤΕ ΓΥΝΑΙΚΩΝ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 281-297]
μεταφραση χ.ν.κουβελης
.
καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
ὅς ποτ' ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν·
ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, 285
Νέστορά τε Χρομίον τε Περικλύμενόν τ' ἀγέρωχον.
τοῖσι δ' ἐπ' ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
τὴν πάντες μνώοντο περικτίται· οὐδέ τι Νηλεὺς
τῷ ἐδίδου, ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης        290
ἀργαλέας. τὰς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων
ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε
δεσμοί τ' ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, 295
καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη
θέσφατα πάντ' εἰπόντα· Διὸς δ' ἐτελείετο βουλή.


και τη Χλωρη ειδα την πανεμορφη,αυτην καποτε ο Νηλεας
εκαμε γυναικα για την ομορφια,αφου προσφερε μυρια δωρα γαμηλια,
την νεωτερη κορη του Αμφιονα γιου του Ιασου,
αυτος που καποτε στον Ορχομενο στους Μινυες ισχυρα βασιλευσε
αυτη δε της Πυλου βασιλευε,τεκνοποιησε δε εκει λαμπρα τεκνα,
τον Νεστορα και τον Χρομιον και τον Περικλυμενον τον αγερωχον.
σ'αυτους επιπλεον την ευρωστη Πηρω τεκνοποιησε,θαυμασμα θνητων,
αυτην ολοι επιδιωκαν να κερδισουν που γυρω κατοικουσαν.ουτ'ο Νηλεας
σε καποιον την εδινε,αλλα οποιος τωρα τα στριφτοκερατα βοδια τα ευρυμετωπα
απ'τη Φυλακη θ'αρπαζε του σωματοδυναμου του Ιφικλου 290
τα σκληροτραχηλου.αυτα μοναχος υποσχεθηκε ενας μαντης αμεμπτος
[ο Μελαμποδας για τον αδερφο του Βιαντα]
ν'αρπαξει.δυσχερη δε θεου μοιρα τον εμποδισε
και δεσμα σκληρα και βουκολοι αγροικοι
αλλ'οταν τοτε κι οι μηνες κι οι μερες τελειωσαν
παλι περιστρεφομενου του ετους κι επανηλθαν οι εποχες,
και τοτ'αυτον ελυσε ο σωματοδυναμος Ιφικλος
του θεου τα λογια τα γραμμενα ολα λεγοντας.του Δια δε πληρωθηκε η βουλη
.
.
.


Ληδα-c.n.couvelis χ.ν.κουβελης



Ιφιμεδεια-c.n.couvelis χ.ν.κουβελης




Φαιδρα-c.n.couvelis χ.ν.κουβελης




Προκρη-c.n.couvelis χ.ν.κουβελης

Αριαδνη-c.n.couvelis χ.ν.κουβελης



Μαιρα-c.n.couvelis χ.ν.κουβελης


Κλυμενη-c.n.couvelis χ.ν.κουβελης


Εριφυλη-c.n.couvelis χ.ν.κουβελης
.
.
ΛΗΔΑΣ ΤΕ ΙΦΙΜΕΔΕΙΑΣ ΤΕ ΦΑΙΔΡΑΣ ΠΡΟΚΡΙΣ Τ'ΑΡΙΑΔΝΗΣ ΜΑΙΡΑΣ ΤΕ
ΚΛΥΜΕΝΗΣ ΕΡΙΦΥΛΗΣ ΤΕ ΓΥΝΑΙΚΩΝ ΝΕΚΥΙΑ
[Ομηρου Ιλιαδα-ραψωδια λ'-στιχοι 298-330]
μεταφραση χ.ν.κουβελης
.
καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
ἥ ῥ' ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,        300
τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὖτε
τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.

τὴν δὲ μέτ' Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν, 305
εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
καί ῥ' ἔτεκεν δύο παῖδε, μινυνθαδίω δὲ γενέσθην,
Ὦτόν τ' ἀντίθεον τηλεκλειτόν τ' Ἐφιάλτην,
οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·        310
ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο.
Ὄσσαν ἐπ' Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ 315
Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη.
καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
ἀλλ' ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
ἀμφοτέρω, πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλους
ἀνθῆσαι πυκάσαι τε γένυς εὐανθέϊ λάχνῃ.        320

Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ' Ἀριάδνην,
κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
ἦγε μέν, οὐδ' ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσι.                      325

Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ' Ἐριφύλην,
ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,
ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
πρὶν γάρ κεν καὶ νὺξ φθῖτ' ἄμβροτος.                       330  
.
και τη Ληδα ειδα,του Τυνδαρεω τη συζυγο,
αυτη απ' τον Τυνδαρεω ισχυροφρονα γεννησε παιδια,
τον Καστορα τον αλογοδαμαστη και τον ικανο πυγμαχο Πολυδευκη 300
και του δυο ζωντανους κατεχει η σιταροφορα γη.
αυτοι και απο κατω της γης τιμη απ'τον Δια εχοντες
αλλοτε μεν ζουν μερα παρα μερα,αλλοτε δε παλι
πεθαινουν.τιμη δε ελαχαν ισα με τους θεους

μετα την Ιφιμεδεια,του Αλωεα συζυγο,      305
αντικρυσα,αυτη τωρα ελεγε με τον Ποσειδωνα σμιχτηκε,
και τοτε τεκνοποιησε δυο παιδια,ολιγοζωα δε γεννηθηκαν,
και τον Ωτον τον ισοθεον και τον ξακουστον Εφιαλτην,
αυτους τοτε υψηλοτατους εθρεψε η ζειαδωρος γη
και πολυ ωραιοτατους μετα βεβαια τον ονομαστον Ωριωνα. 310
εννιαχρονοι λοιπον και εννιαπηχες ησαν
το ευρος,και το μηκος εγιναν εννιαοργιοι.
αυτοι τοτε και τους αθανατους απειλουσαν στον Ολυμπο
θορυβο μαχης να στησουν πολυ ορμητικο πολεμου
την Οσσα πανω στον Ολυμπο επεδιωκαν να θεσουν,μετα πανω στην Οσσα 315
το Πηλιο με τα τρεμαμενα φυλλωματα,για να ο ουρανος αναβατος ειναι,
και τωρα σιγουρα θα το τελειωναν,αν της εφηβιας το μεγεθος εφταναν.
αλλα τους αφανισε του Δια ο γιος,που η ομορφομαλλη τεκνοποιησε Λητω
και τους δυο,πριν κατ'απ'τους κροταφους των σγουρο χνουδι
ανθισει και πυκνωσει του γενιου το ευανθες πρωτο τριχωμα  320

και την Φαιδρα και την Προκρη ειδα και την ομορφη Αριαδνη
την κορη του Μινωα του κακογνωμου,αυτη καποτε ο Θησεας
απ'τη Κρητη στο λοφο των Αθηνων των ιερων
εφερνε,οχι χωρις κοπο.αλλ'αυτη η Αρτεμις σκοτωσε
στη Δια με γυρω τα νερα να τρεχουν στις μαρτυριες του Διονυσου 325

και την Μαιρα και την Κλυμενη ειδα και την στυγερη Εριφυλη
αυτη που για χρυσο τον αγαπητο αντρα δεχτηκε να πουλησει.
ολες δεν θα μπορουσα εγω να πω ουτε να ονοματισω,
οσσες ηρωων συζυγους ειδα και θυγατερες
πριν να κι η νυχτα σβησει η αθανατη.                                            330
.
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου