I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Σάββατο, 3 Δεκεμβρίου 2016

GREEK POETRY -Τ'ΑΛΟΓΑ [Ομηρου Ιλιαδα,ραψωδια ψ',στιχοι 271-304,351-373] μεταφραση χ.ν.κουβελης- POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης

.
.
GREEK POETRY
-Τ'ΑΛΟΓΑ
[Ομηρου Ιλιαδα,ραψωδια ψ',στιχοι 271-304,351-373]
μεταφραση χ.ν.κουβελης
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.


κεφαλι αλογου horse's head-c.n.couvelis χ.ν.κουβελης

Τ'ΑΛΟΓΑ
[Ομηρου Ιλιαδα,ραψωδια ψ',στιχοι 271-304,351-373]
μεταφραση χ.ν.κουβελης

στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· 271
Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι.
εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
ἦ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ' αὐτοὺς
πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν.
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο    280
ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
τὸν τώ γ' ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
χαῖται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κῆρ.
ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν
ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
Ὣς φάτο Πηλεΐδης, ταχέες δ' ἱππῆες ἄγερθεν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,    290
ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ' ἀπηύρα
Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
τὴν Ἀγαμέμνονι δῶκ' Ἀγχισιάδης Ἐχέπωλος
δῶρ', ἵνα μή οἱ ἕποιθ' ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
ἀλλ' αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
Ζεὺς ἄφενος, ναῖεν δ' ὅ γ' ἐν εὐρυχόρῳ Σικυῶνι·
τὴν ὅ γ' ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.    300
Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ' ἵππους,
Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
ὠκύποδες φέρον ἅρμα·

Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ' ἵππους. 351
ἂν δ' ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
πάλλ' Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
Ἀντιλόχου· μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλος·
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
τῷ δ' ἐπὶ Μηριόνης λάχ' ἐλαυνέμεν· ὕστατος αὖτε
Τυδεΐδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππους.
στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' Ἀχιλλεὺς
τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν
ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,    360
ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
Οἳ δ' ἅμα πάντες ἐφ' ἵπποιιν μάστιγας ἄειραν,
πέπληγόν θ' ἱμᾶσιν, ὁμόκλησάν τ' ἐπέεσσιν
ἐσσυμένως· οἳ δ' ὦκα διέπρησσον πεδίοιο
νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
χαῖται δ' ἐῤῥώοντο μετὰ πνοιῇς ἀνέμοιο.
ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
ἄλλοτε δ' ἀΐξασκε μετήορα· τοὶ δ' ἐλατῆρες
ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου    370
νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο

μεταφραση χ.ν.κουβελης

σταθηκ'ορθος και λογο στους Αργειους ειπε  271
και γιε τ'Ατρεα κι αλλοι ευκνημιδες Αχαιοι
των αλογων αυτα τα προσφερμενα επαθλα ειν'εδω στον αγωνα
αν τωρα για αλλον αγωνιζομασταν οι Αχαιοι
τοτ'εγω τα πρωτα λαμβανοντας στη σκηνη θα'φερνα
γιατι το ξερετε ποσον στο δικο μου χαρισμα ειναι φορεμενα τ'αλογα
γιατι κι αθανατα ειναι,ο Ποσειδωνας δ'εφερ'αυτα
στον πατερα μου στον Πηλεα,ο οποιος αυτα σε μενα εγχειρισε
αλλ'ομως εγω μενω στη θεση μου κι οι μονωνυχες ιπποι
γιατι τετοιον της δοξας αξιον εχασαν ηνιοχον 280
ηπιον,ο οποιος σ'αυτων παρα πολλες φορες υγρο λαδι
τις χαιτες εχυνε λουζοντας σε νερο καθαρο
αυτα γι'αυτον στεκονται και πενθουν,στο χωμα κατω
οι χαιτες τους αγγιζουν,γι'αυτον στεκουν με λυπημενη καρδια
οι αλλοι  ετοιμασθητε στο στρατο οποιος ενας των Αχαιων
και στ'αλογα εμπιστευεται και στ'αρματα στα στερια κολλημενα
ετσι μιλησ' ο Πηλειδης κι οι ταχεις ιππεις σηκωθηκαν
ορθωθει πρωτος πρωτος ο αρχων ανδρων Ευμηλος
τ'Αδμητου ο αγαπητος γιος,που στην ιπποσυνη υπερειχε
σ'αυτον επειτα ο Τυδειδης ορθωθει κρατερος  Διομηδης 290
π'αλογα της Τροιας εβαλε σε ζυγο,αυτα που καποτ'αρπαξε
απ'τον Αινεια,μετα αυτον απομακρυνοντας τον εσωσ'ο Απολλων
σ'αυτον τοτ'επειτα ο Ατρειδης ορθωθει ξανθος Μενελαος
ο θεογενης,σε ζυγο δ'εσυρε ταχεις ιππους
την Αιθην τ'Αγαμεμνονα και τον δικο του Ποδαγρον
αυτην στο Αγαμεμνονα εδωκ'ο Αγχισιαδης Εχεπωλος
δωρο,για να μη τον ακολουθησει κατ'απ'το Ιλιο τ'ανεμοδαρτο,
αλλ'αυτου στον τοπο του να τερπεται μενοντας,πολυ μεγαλη αφου σ'αυτον εδωκε
ο Ζευς αφθονια,κατοικουσε δ'αυτος μεσ'στην ευρυχωρη Σικεωνα
αυτην τοτ'αυτος σε ζυγο εσυρε για πολυ μεγαλο δρομο ασυγκρατητη 300
ο Αντιλοχος δε τεταρτος τους καλλοτριχους οπλισ'ιππους
του Νεστορα ο λαμπρος γιος του γενναιοψυχου αρχοντα
του Νηλεαδη,οι δ'ιπποι της Πυλου γενα
οι γρηγοροποδοι συραν τ'αρμα

ο Μηριονης δ'επειτα πεμπτος τους καλλοτριχους οπλισ'ιππους 351
τοτ'ανεβηκαν στ'αρματα,τους κληρους βαλοντας,
τους εσεισ'ο Αχιλεας,κι εξω ο κληρος πεταχτηκε του Νεστοριδη
Αντιλοχου,μετ'απ'αυτον ελαχε ο αρχων Ευμηλος
σ'αυτον τοτ'επειτα ο Ατρειδης στο δορι ξακουστος Μενελαος
σ'αυτον επειτα ο Μηριονης ελαχε να οδηγησει ,τελευταιος  τοτε
ο Τυδειδης ολων ο αριστος οντας  ελαχε να οδηγησει τ'αλογα
στεκονταν δε σε στοιχους,κι ο Αχιλλεας σημανε τα τερματα
περα μακρια στην ομαλη πεδιαδα,παρατηρητη εβαλε να καθισει
τον ισοθεο Φοινικα συντροφο του δικου του πατερα  360
για να τυπωσει στη μνημη τους δρομους και την αληθεια ανοιχτα να πει
αυτοι δε συναμα απαντες πανω στ'αλογα τα μαστιγια σηκωσαν
πληττωντας στους ιμαντες,και μαζι κραυγαζοντας τα φωναζαν
ορμητικα να τρεξουν,αυτα δε γρηγορα διαπερνουσαν στη πεδιαδα
παραμερα απ'τα καραβια με ταχυτητα,και κατ'απ'τα στερνα η σκονη
σηκωνονταν πανω κι οπως συννεφο η' θυελλα
οι χαιτες δε κυματιζαν μ'ορμη με τη πνοη τ'ανεμου
τ'αρματα δ'αλλοτε μεν στη γη κατω αγγιζαν στη πολυτροφα
αλλοτε δε πανω τιναζονταν μετεωρα,κι οι οδηγοι των αλογων
στεκονταν ορθοι στ'αρματα και δυνατα χτυπουσε καθενος η καρδια 370
τη νικη ποθωντας,και φωναζαν στους δικους τους καθενας
τους ιππους ,κι αυτοι πετουσαν σηκωνοντας σκονη στη πεδιαδα
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου