I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Δευτέρα, 5 Μαρτίου 2018

LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ.ΓΕΝΕΣΙΣ 19. ΣΟΔΟΜΑ ΚΑΙ ΓΟΜΟΡΡΑ ,Η ΚΑΤΑΣΤΡΟΦΗ [A Reality Story] [μεταφραση translation χ.ν.κουβελης c.n.couvelis] ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}

.
.
LITTERATURE-ΛΟΓΟΤΕΧΝΙΑ
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ.ΓΕΝΕΣΙΣ 19.
ΣΟΔΟΜΑ ΚΑΙ ΓΟΜΟΡΡΑ ,Η ΚΑΤΑΣΤΡΟΦΗ [A Reality Story]
[μεταφραση translation χ.ν.κουβελης c.n.couvelis]
ΚΕΙΜΕΝΑ-TEXTS-Χ.Ν.Κουβελης[C.N.Couvelis}
.
.

Ο Λωτ και η καταστροφη των Σοδομων και Γομορρων


Ο Λωτ και οι κόρες του του Jan Van Vilet (1622 – 1666)

ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ.ΓΕΝΕΣΙΣ 19.
ΣΟΔΟΜΑ ΚΑΙ ΓΟΜΟΡΡΑ ,Η ΚΑΤΑΣΤΡΟΦΗ [A Reality Story]
[μεταφραση translation χ.ν.κουβελης c.n.couvelis]

 Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων.
ἰδὼν δὲ Λώτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
καὶ εἶπεν· ἰδοὺ κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε
τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. καὶ εἶπαν· οὐχί, ἀλλ᾿ ἐν
τῇ πλατείᾳ καταλύσομεν.καὶ κατεβιάζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς
τὸν οἶκον αὐτοῦ. καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον.
πρὸ τοῦ κοιμηθῆναι δέ, οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περικύκλωσαν τὴν οἰκίαν ἀπὸ
νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα. καὶ ἐξεκαλοῦντο τὸν Λὼτ καὶ ἔλεγον πρὸς
αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς,
 ἵνα συγγενώμεθα αὐτοῖς. ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν δὲ θύραν
προσέῳξεν ὀπίσω αὐτοῦ. εἶπε δὲ πρὸς αὐτούς· μηδαμῶς ἀδελφοί, μὴ πονηρεύσησθε.
εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε αὐταῖς,
καθὰ ἂν ἀρέσκῃ ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον
ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου.εἶπαν δὲ αὐτῷ· ἀπόστα ἐκεῖ. εἰσῆλθες παροικεῖν· μὴ καὶ κρίσιν
κρίνειν; νῦν οὖν σὲ κακώσωμεν μᾶλλον ἢ ἐκείνους. καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ
σφόδρα. καὶ ἤγγισαν συντρίψαι τὴν θύραν.ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο
τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν·
τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἐν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως
μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.
Εἶπαν δὲ οἱ ἄνδρες πρὸς Λώτ· εἰσί σοι ὧδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες; ἢ εἴτις σοι ἄλλος ἐστὶν
ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου· ὅτι ἡμεῖς ἀπόλλυμεν τὸν τόπον τοῦτον, ὅτι ὑψώθη
ἡ κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτήν.
ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ
καὶ εἶπεν· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. ἔδοξε δὲ
γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ.
ἡνίκα δὲ ὄρθρος ἐγίνετο, ἐσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες· ἀναστὰς λάβε τὴν γυναῖκά
σου καὶ τὰς δύο θυγατέρας σου, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς
πόλεως.καὶ ἐταράχθησαν· καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς
γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ.
καὶ ἐγένετο, ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν· μὴ
περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε
συμπαραληφθῇς.
εἶπε δὲ Λὼτ πρὸς αὐτούς· δέομαι κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ
ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ
δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μήποτε καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω.
ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά, καὶ ἐκεῖ διασωθήσομαι· οὐ
μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι
τὴν πόλιν, περὶ ἧς ἐλάλησας· σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι
πρᾶγμα, ἕως τοῦ ἐλθεῖν σε ἐκεῖ. διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγώρ.
ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ,
  καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον, καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ
καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον καὶ πάντας τοὺς κατοικοῦντας
ἐν ταῖς πόλεσι καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς.
καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός.
 Ὤρθρισε δὲ Ἁβραὰμ τῷ πρωΐ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου.
καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου καὶ
εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου.
καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι Κύριον πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ
Ἁβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον
τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ.
Ἀνέβη δὲ Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ·
ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ. καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες
αὐτοῦ μετ᾿ αὐτοῦ.
εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς
γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ· δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν
οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα
ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ
ἐν τῷ ἀναστῆναι.
ἐγένετο δὲ ἐν τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ἰδοὺ ἐκοιμήθην χθὲς
μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα
κοιμήθητι μετ᾿ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα
ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἀναστῆναι.
 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν.
καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ λέγουσα· ἐκ τοῦ πατρός μου·
οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.
ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμάν, λέγουσα· υἱὸς γένους μου·
οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.
.
.
[μεταφραση translation χ.ν.κουβελης c.n.couvelis]

Ηρθαν οι δυο αγγελοι στα Σοδομα βραδυ,ο Λωτ καθονταν κοντα στην πυλη των Σοδομων,
βλεπωντας τους ο Λωτ,σηκωθηκε σε συναντηση τους και τους προσκυνησε με το προσωπο
προς τη γη και ειπε:να κυριοι,παρεκλινετε προς το σπιτι του δουλου σας και να καταλυσετε
εκει και να νιψετε τα ποδια σας και με τον ορθο να φυγετε προς τον δρομο σας,και ειπαν:οχι,
αλλα στη πλατεια θα καταλυσουμε,
και τους πιεζε,και παρεκλιναν προς αυτον και μπηκαν μεσα στο σπιτι του και εκανε σ'αυτους
ποτο,και αζυμους εψησε,και εφαγαν.
πριν να κοιμηθουν,οι ανδρες της πολης οι Σοδομιτες περικυκλωσαν το σπιτι απο νεανισκος
εως πρεσβυτερος,ολος ο λαος μαζι.και απο εξω καλουσαν τον Λωτ και ελεγαν προς αυτον:
που ειναι οι ανδρες που μπηκαν σε σε τη νυχτα;βγαλτε τους εξω σε μας,για να συμβρεθουμε
με αυτους.βγηκε ο Λωτ εξω σε αυτους στο προθυρο,τη πορτα δε ανοιξε πισω του.
ειπε σε αυτους:καθολου αδελφοι,μην πονηρευεσθε.ειναι σε με δυο θυγατερες,οι οποιες
δεν γνωρισαν ανδρα,εξω θα βγαλω αυτες σε σας,και χρησιμοποιηστε αυτες,καθως θα σας αρε-
σει,μονο στους ανδρες τουτους μη κανετε αδικο,ενεκα που μπηκαν μεσα κατω απο τη σκεπη
των δοκων μου.
ειπαν δε σ'αυτον:παραμερα απο εκει.μεσα εδω ηρθες ως παροικος,μηπως και κριση θα κρινεις;
τωρα λοιπον σε θα κακοποιησουμε μαλλον παρα εκεινους,και πιεζαν βιαια τον ανδρα τον Λωτ
σφοδρα,και πλησιασαν να συντριψουν τη πορτα.τεντωντας δε οι ανδρες τα χερια αποσπασαν
τον Λωτ προς τους εαυτους των μεσα στο σπιτι και τη πορτα του σπιτιου αποκλεισαν.τους δε
ανδρες που ηταν στη πορτα του σπιτιου τιμωρησαν με τυφλωση απο μικρον εως μεγαλον,και
παρελυσαν ψαχνωντας τη πορτα.
ειπαν δε οι ανδρες προς τον Λωτ:ειναι σε σε εδω γαμβροι η' γιοι η' θυγατερες;η' εαν καποιος
σε σε αλλος ειναι μεσα στη πολη,βγαλε εξω απο τον τοπο τουτο διοτι εμεις αφανιζουμε τον
τοπο τουτο,διοτι υψωθηκε η κραυγη αυτων εναντι του Κυριου και απεστειλε εμας ο Κυριος
να ξετριψουμε αυτην.
βγηκε δε ο Λωτ εξω και φωναξε προς τους γαμβρους τους που ειχαν παρει τις θυγατερες του
και ειπε:σηκωθητε πανω και βγητε εξω απο τον τοπο τουτο,διοτι θα ξετριψει ο Κυριος τη
πολη.νομισθηκε δε πως αστειευονταν κατα των γαμβρων του.
οταν δε ορθρος εγινε,παρακινουσαν οι αγγελοι τον Λωτ λεγοντας:σηκω πανω και παρε τη γυ-
ναικα σου και τις δυο θυγατερες σου,τις οποιες εχεις,και βγες εξω,για να μη και συ αφανισθεις
μαζι με τις ανομιες της πολης και ταραχθηκαν.και κρατησαν οι αγγελοι το χερι αυτου και το χερι
της γυναικας αυτου και τα χερια των δυο θυγατερων αυτου,σε αυτον ευσπλαχνισθηκε ο Κυριος
αυτου. και εγινε,οταν εβγαλαν αυτους εξω και ειπαν:σωζων σωσε την δικια σου ψυχη,ουτε να
στραφεις να κοιταξεις προς τα πισω,μητε να σταθεις σε ολη την περιχωρα,στο ορος σωσου,
μη ποτε συμπεριληφθεις.
ειπε δε Λωτ προς αυτους:κανω δεηση κυριε,επειδη βρηκε ο δουλος σου ελεος ενωπιων σου
και εμεγαλυνες την δικαιοσυνη σου,το οποιο κανεις για εμε του να ζεις την ψυχη μου,εγω δε
δεν θα δυνηθω να διασωθω στο ορος,μη ποτε με καταλαβει το κακο και πεθανω.να η πολη
αυτη κοντα του να καταφυγω εκει,η οποια ειναι μικρη,και εκει να διασωθω.δεν ειναι μικρη;
και θα ζησει η ψυχη μου ενεκα εσενα.
και ειπε σε αυτον:να εθαυμασα το προσωπον σου και στο λογο τουτο του να μη καταστρεψω
την πολη,περι της οποιας μιλησες.σπευσε λοιπον για να σωθεις εκει.γιατι δεν θα δυνηθω να
κανω πραγμα,εως του να ελθεις συ εκει,για τουτο καλεσε το ονομα της πολης εκεινης Σηγωρ.
ο ηλιος βγηκε εξω πανω στη γη,και ο Λωτ μπηκε μεσα στη Σηγωρ,και ο Κυριος εβρεξε πανω
στα Σοδομα και Γομορρα θειο,και φωτια απο του Κυριου εξ ουρανου και κατεστρεψε τις πολεις
τουτες και πασα την περιχωρο και παντες τους κατοικουντες στις πολεις και τα αναβλαστενοντα
απο τη γη.και κοιταξε η γυναικα αυτου προς τα πισω και εγινε στηλη αλατος.
ορθον σηκωθηκε δε ο Αβρααμ το πρωι στον τοπο,οπου στεκονταν ενωπιον του Κυριου.και
κοιταξε πανω στην επιφανεια των Σοδομων και της Γομορρας και πανω στην επιφανεια της
περιχωρας και ειδε,και να ανεβαινε φλογα απο τη γη,ωσαν ατμος απο καμινο.
και εγινε οταν ξετριψε ο Κυριος ολες τις πολεις της περιοχης,θυμηθηκε ο Θεος του Αβρραμ και
περα εδιωξε τον Λωτ απο  το κεντρο της καταστροφης,οταν καταστρεψε ο Κυριος τις πολεις,
στις οποιες κατοικουσε σε αυτες ο Λωτ. 
ανεβηκε δε ο Λωτ απο την Σηγωρ   και εκαθησε στο ορος αυτος και οι δυο θυγατερες αυτου
με αυτον,γιατι εφοβηθηκε να κατοικησει στη Σηγωρ,και κατωκησε στο σπηλαιο,αυτος και οι
θυγατερες αυτου με αυτον.
ειπε η πρεσβυτερα προς τη νεωτερη:ο πατερας μας πρεσβυτερος,και κανεις δεν ειναι πανω
στη γη,ο οποιος να εισελθει σε μας,καθως συνηθιζεται σε ολη τη γη.ελα και να ποτισουμε
τον πατερα μας κρασι και να κοιμηθουμε με αυτον και εξαναστησουμε απο τον πατερα μας
σπερμα .
εποτισαν δε τον πατερα αυτων κρασι μεσα στη νυχτα εκεινη,και εισελθουσα η πρεσβυτερα
εκοιμηθει  με τον πατερα αυτης μεσα στη νυχτα  εκεινη,και δεν καταλαβε ουτε οταν κοιμηθηκε
αυτον και οταν σηκωθηκε.
εγινε δε στην επομενη  και ειπε η πρεσβυτερα προς τη νεωτερη.να εκοιμηθηκα χθες με τον πα-
τερα μας.ας ποτισωμε αυτον κρασι  και μεσα στην νυχτα αυτη,και εισελθουσα κοιμησου με αυ-
τον,και εξαναστησουμε απο τον πατερα μας σπερμα .
εποτισαν δε και μεσα στη νυχτα εκεινη τον πατερα αυτων κρασι,και εισελθουσα η νεωτερη
εκοιμηθει με τον πατερα αυτης,και δεν καταλαβε ουτε οταν κοιμηθηκε αυτον και οταν σηκω-
θηκε.
και συνελαβαν οι δυο θυγατερες του Λωτ απο τον πατερα αυτων.
και γεννησε η πρεσβυτερα γιο και εκαλεσε το ονομα αυτου Μωαβ λεγοντας:απο τον πατερα
 μου.αυτος πατερας των Μωαβιτων εως την σημερον ημερα.
γεννησε δε και η νεωτερη γιο και εκαλεσε το ονομα αυτου Αμμαν λεγοντας:γιος του γενους
μου.αυτος πατερας των Αμμανιτων εως την σημερον ημερα.
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου