I Am a Greek European Worldwidel Man-Now!- www.artpoeticacouvelis.blogspot.com

I Am a Greek European Worldwide Man-Now!-

www.artpoeticacouvelis.blogspot.com

Πέμπτη, 9 Μαρτίου 2017

GREEK POETRY -Η ενοχλητικη ακριτομυθια του Θερσιτη στην Ομηρου Ιλιαδα,ραψωδια Β' στιχοι 211-270-[μεταφραση-σχολια χ.ν.κουβελης]- POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης

.
.
GREEK POETRY
-Η ενοχλητικη ακριτομυθια του Θερσιτη στην Ομηρου Ιλιαδα,ραψωδια Β'
στιχοι 211-270-[μεταφραση-σχολια χ.ν.κουβελης]-
POETRY-c.n.couvelis-ΠΟΙΗΜΑΤΑ-χ.ν.κουβελης
.
.

Η ενοχλητικη ακριτομυθια του Θερσιτη στην Ομηρου Ιλιαδα,ραψωδια Β'
στιχοι 211-270-[μεταφραση-σχολια χ.ν.κουβελης]

Ἄλλοι μέν ῥ᾽ ἕζοντο, ἐρήτυθεν δὲ καθ᾽ ἕδρας·
Θερσίτης δ᾽ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
ἀλλ᾽ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν 215
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
φολκὸς ἔην, χωλὸς δ᾽ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ᾽ ἐπενήνοθε λάχνη.
ἔχθιστος δ᾽ Ἀχιλῆϊ μάλιστ᾽ ἦν ἠδ᾽ Ὀδυσῆϊ· 220
τὼ γὰρ νεικείεσκε· τότ᾽ αὖτ᾽ Ἀγαμέμνονι δίῳ
ὀξέα κεκλήγων λέγ᾽ ὀνείδεα· τῷ δ᾽ ἄρ᾽ Ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ᾽ ἐνὶ θυμῷ.
αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
«Ἀτρεΐδη τέο δ᾽ αὖτ᾽ ἐπιμέμφεαι ἠδὲ χατίζεις; 225
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
πρωτίστῳ δίδομεν εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν.
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, 230
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
ἥν τ᾽ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
ὦ πέπονες κάκ᾽ ἐλέγχε᾽ Ἀχαιΐδες οὐκέτ᾽ Ἀχαιοὶ, 235
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ᾽ ἐῶμεν
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ᾽ ἀμείνονα φῶτα
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. 240
ἀλλὰ μάλ᾽ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·»
Ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
Θερσίτης· τῷ δ᾽ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· 245
«Θερσῖτ᾽ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
ἴσχεο, μηδ᾽ ἔθελ᾽ οἶος ἐριζέμεναι βασιλεῦσιν·
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
ἔμμεναι, ὅσσοι ἅμ᾽ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ᾽ ἔχων ἀγορεύοις, 250
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν,
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν 255
ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
εἴ κ᾽ ἔτι σ᾽ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
μηκέτ᾽ ἔπειτ᾽ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
μηδ᾽ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, 260
εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
χλαῖνάν τ᾽ ἠδὲ χιτῶνα, τά τ᾽ αἰδῶ ἀμφικαλύπτει,
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.»
 Ὣς ἄρ᾽ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω 265
πλῆξεν· ὃ δ᾽ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
σμῶδιξ δ᾽ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
σκήπτρου ὕπο χρυσέου· ὃ δ᾽ ἄρ᾽ ἕζετο τάρβησέν τε,
ἀλγήσας δ᾽ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν· 270

[μεταφραση χ.ν.κουβελης]

οι αλλοι τοτε καθισαν στα εδραν'αποτραβηγμενοι,
ο Θερσιτης ακομα μοναχος χωρις μετρο τα λογια καυγαδιζε,
με λογι'απρεπα στα μυαλα που'σαν πολλα κι ακομα
απερισκεπτα,αλλ'ουτε με ταξη,εριζοντας με τους βασιλεις,
αλλα μονο και μονο για να δει να γελουν οι Αργειοι, 215
πιο ασχημοτερος αντρας κατ'απ'το Ιλιο δεν ηρθε,
αλληθωρος ηταν,κουτσος απ'το'να ποδι,οι ωμοι
κυρτοι πανω στο στηθος κολλημενοι,κι ακομα ψηλα
σουβλερη ηταν η κεφαλη,κι αραιη απο πανω τριχα,
εχθροτατος στον Αχιλλεα παρα πολυ και στον Οδυσσεα 220
γιατι μ'αυτους φιλονικουσε,τοτ'αυτος στον Αγαμεμνονα τον θειο
φαρμακερα εκραξε λεγοντας κατηγοριες,σ'αυτο τοτε οι Αχαιοι
τρομερα οργισθηκαν κι ενιωσαν αγανακτηση στη καρδια,
τοτ'αυτος βαρια κραζοντας τον Αγαμεμνονα φιλονικησε στο λογο
Ατρειδη παλι τι κλαιγεσαι και τι ακομα στερεισαι;   225
γεματες απο χαλκο οι σκηνες σου,και πολλες γυναικες
ειναι στη σκηνη σου ξεχωριστες,που σε σενα οι Αχαιοι
πρωτα πρωτα δινομε αφ'οτου καστρο παρουμε στα χερια,
η' ακομα και απο χρυσο εχεις αναγκη,που καποιος θα φερει
απ'τους αλογοδαμαστες Τρωες απ'το Ιλιο γιου λυτρα, 230
π'εγω δεμενο τον σερνω η' αλλος απ'τους Αχαιους,
η' γυναικα νεαρη,για να σμιξεις ερωτικα,
αυτη μοναχος χωριστα να κρατας,δε μου φαινεται ορθο
αρχηγος οντας εισαι συμφορες να φορτωνεις τους γιους των Αχαιων,
ω πεπονια σαπιοζαρωμενα  Αχαιιδες γυναια πια οχι Αχαιοι, 235
στη πατριδα με τα πλοια να πλευσουμε,κι αυτον δω ας παρατησουμε
στη Τροια τα τροπαια του να ξεροψηνει,για να δει
αν λοιπον σε τι μεις βοηθεια ειμαστε  η' καθολου δεν ειμαστε,
που και τωρα τον Αχιλεα απ'αυτον πιο πολυ ανωτερο μακραν
ατιμασε,γιατι πηγε το τροπαιο του να'χει κι αρπαξε 240
αλλα καθολου δεν ειναι χολη στ'Αχιλεα τα φρενα,αλλα συγχωρεση,
γιατι αλλιωτικα Ατρειδη τα τωρα υστατα θα σε ξεπαστρευαν,
ετσ'ειπε φιλονικοντας τον Αγαμεμνονα τον ποιμενα λαων,
ο Θερσιτης,στ'αυτον γρηγορα πεταγεται κοντα ο θειος Οδυσσεας,
κι αυτον λοξα προσβλεποντας μ'απειλητικο επεπληξε λογο.245
Θερσιτη π'ακριτα μιλας και σαν να σφυριζεις  ρητορας,
βουλωστο,μη θελεις μοναχος εριζεις με τους βασιλεις,
γιατι απο σε γω σου λεω πιο αχρειοτερος θνητος αλλος
δεν ειναι,οσσοι με τον Ατρειδη κατ'απ'το Ιλιο ηρθαν,
κι ουτε τους βασιλεις στο στομα να΄χεις και ν'αγορευεις, 250
και γι'αυτους βρισιδια να ξεφραζεις;κι επιστροφη ν'αναμενεις,
τι καθολου καθαρα δεν ξερουμε πως θα'ναι αυτα δω τα εργα,
αν καλα η' αν κακα θα επιστρεψουμε οι γιοι των Αχαιων,
τωρα με τον Ατρειδη Αγαμεμνονα με τον ποιμενα λαων,
τα βανεις βριζοντας,οτι σ'αυτον παρα πολυ πολλα δινουν 255
οι ηρωες Δαναοι,κι εσυ κατακρινοντας αγορευεις,
αλλ'ενα θα σου πω,το οποιο και τετελεσμενο ειναι,
αν ακομα σε αφριζοντα λογια πετυχω οπως τωρα δω,
μητ'επειτα στ'Οδυσσεα τους ωμους η κεφαλη να'ναι πανω,
μητ'ακομη του Τηλεμαχου πατερας καλεσμενος να'μαι, 260
αν εγω δεν σε λαβω κι απ'τα ρουχα σου δεν σε γδυσω,
κι απ'τη χλαινη κι απ'το χιτωνα,κι απ'το βρακι π'τ'αχαμνα καλυπτει,
και σενα κλαιοντα στα γρηγορα πλοια αφησω
εχοντας χτυπημενο απ'την αγορα μ'ασχημες χτυπιες,
ετσι τοτ'ειπε,και με το σκηπτρο το μεσονεφρι και στο ωμο 265
χτυπησε,αυτος λυγισε,κι αφθονο ερριξε δακρυ
εξογκωμα αιμα γεματο απ'το μεσονεφρι σηκωθηκε
απ'το σκηπτρο το χρυσο,τοτ'αυτος καθησε και απ'το φοβο μαζευτηκε,
πονωντας θολωμενα βλεπωντας σφουγγισε το δακρυ,
αυτοι αν και στεναχωρημενοι γυρω σ'αυτον εσκασαν στα γελια 270
.
.
σχολια:

-κοτέοντο,κοταω,δεν τολμω,
[δεν κοτας,δεν τολμας,δεν σου βασταει]
στη Μαχαιρα Ξηρομερου Αιτωλοακαρνανιας χρησιμοποιουμε και σημερα αυτην
την ομηρικη λεξη:
δεν κοτας,αν κοτας ελα,δεν σου κοταει να το κανεις,να το πεις

-πέπονες, ο πεπων,πεπονι,καρπος γινωμενος μαλακος απ'τον ηλιο,
[μτφ.καθεται ζαρωμενος,δειλιασμενος,δειλιαζει]
.
.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου